§2.31.1μέχρι μέν νυν τεσσέρων μηνῶν πλόου καὶ ὁδοῦ γινώσκεται ὁ Νεῖλος πάρεξ τοῦ ἐν Αἰγύπτῳ ῥεύματος· τοσοῦτοι γὰρ συμβαλλομένῳ μῆνες εὑρίσκονται ἀναισιμούμενοι ἐξ Ἐλεφαντίνης πορευομένῳ ἐς τοὺς αὐτομόλους τούτους.
排除在埃及境内的流段,尼罗河在水路和陆路共计四个月的行程内是为人所知的;因为对于从埃勒凡蒂尼前往这些逃兵那里的旅行者来说,如果算一算,就会发现要花费这么多个月的时间。
ῥέει δὲ ἀπὸ ἑσπέρης τε καὶ ἡλίου δυσμέων.
它从西方,也就是日落的方向流来。
τὸ δὲ ἀπὸ τοῦδε οὐδεὶς ἔχει σαφέως φράσαι· ἔρημος γὰρ ἐστὶ ἡ χώρη αὕτη ὑπὸ καύματος.
但是对于在此之后的部分,没有人能够清楚地说明;因为这片土地因炎热而是一片荒漠。