Humanitext Reader

希罗多德 · 历史 §2.30.1-2.30.5

埃及逃兵阿斯马赫向埃塞俄比亚的迁徙

第 246 段,共 1577 段 · 希腊语

内容简介

介绍了与埃勒凡蒂尼到美罗埃等距的逃兵(阿斯马赫)之地,并叙述了他们在普萨美提科斯时期因长期驻守未得轮换而叛逃至埃塞俄比亚,在此定居并促进当地人文明化的过程。

§2.30.1ἀπὸ δὲ ταύτης τῆς πόλιος πλέων ἐν ἴσῳ χρόνῳ ἄλλῳ ἥξεις ἐς τοὺς αὐτομόλους ἐν ὅσῳ περ ἐξ Ἐλεφαντίνης ἦλθες ἐς τὴν μητρόπολιν τὴν Αἰθιόπων.
从这座城市坐船出发,再航行一段与你从埃勒凡蒂尼到埃塞俄比亚人首都所需相同的时间,你就会到达那些逃兵那里。
τοῖσι δὲ αὐτομόλοισι τούτοισι οὔνομα ἐστὶ Ἀσμάχ, δύναται δὲ τοῦτο τὸ ἔπος κατὰ τὴν Ἑλλήνων γλῶσσαν οἱ ἐξ ἀριστερῆς χειρὸς παριστάμενοι βασιλέι.
这些逃兵的名字是阿斯马赫,这个词按希腊人的语言翻译,意思是“站在国王左手边的人”。
§2.30.2ἀπέστησαν δὲ αὗται τέσσερες καὶ εἴκοσι μυριάδες Αἰγυπτίων τῶν μαχίμων ἐς τοὺς Αἰθίοπας τούτους διʼ αἰτίην τοιήνδε.
这些由二十四万名埃及战士组成的军队,由于以下原因叛逃到了这些埃塞俄比亚人那里。
ἐπὶ Ψαμμητίχου βασιλέος φυλακαὶ κατέστησαν ἔν τε Ἐλεφαντίνῃ πόλι πρὸς Αἰθιόπων καὶ ἐν Δάφνῃσι τῇσι Πηλουσίῃσι ἄλλη πρὸς Ἀραβίων τε καὶ Ἀσσυρίων, καὶ ἐν Μαρέῃ πρὸς Λιβύης ἄλλη.
在普萨美提科斯国王在位时,设立了守备队:一支在埃勒凡蒂尼城防范埃塞俄比亚人,另一支在佩鲁西昂的达夫奈防范阿拉伯人和亚述人,还有一支在马雷亚防范利比亚。
§2.30.3ἔτι δὲ ἐπʼ ἐμεῦ καὶ Περσέων κατὰ ταὐτὰ αἱ φυλακαὶ ἔχουσι ὡς καὶ ἐπὶ Ψαμμητίχου ἦσαν· καὶ γὰρ ἐν Ἐλεφαντίνῃ Πέρσαι φρουρέουσι καὶ ἐν Δάφνῃσι.
甚至在我的时代,波斯人的守备队依然按照普萨美提科斯时期的相同方式维持着;因为在埃勒凡蒂尼和达夫奈也都有波斯人驻守。
τοὺς ὦν δὴ Αἰγυπτίους τρία ἔτεα φρουρήσαντας ἀπέλυε οὐδεὶς τῆς φρουρῆς· οἳ δὲ βουλευσάμενοι καὶ κοινῷ λόγῳ χρησάμενοι πάντες ἀπὸ τοῦ Ψαμμητίχου ἀποστάντες ἤισαν ἐς Αἰθιοπίην.
然而,这些埃及人在驻守了三年之后,却没有人来解除他们的哨口;于是他们共同商议,达成了一致协议,全体背叛了普萨美提科斯,前往埃塞俄比亚。
§2.30.4Ψαμμήτιχος δὲ πυθόμενος ἐδίωκε· ὡς δὲ κατέλαβε, ἐδέετο πολλὰ λέγων καί σφεας θεοὺς πατρωίους ἀπολιπεῖν οὐκ ἔα καὶ τέκνα καὶ γυναῖκας.
普萨美提科斯听闻后便派兵追赶;当他赶上他们时,极力劝说并恳求他们,不要抛弃他们祖先的神明、妻子和孩子。
τῶν δὲ τινὰ λέγεται δέξαντα τὸ αἰδοῖον εἰπεῖν, ἔνθα ἂν τοῦτο ᾖ, ἔσεσθαι αὐτοῖσι ἐνθαῦτα καὶ τέκνα καὶ γυναῖκας.
但据说他们中的一个人指着自己的生殖器说,只要有这个东西在,他们在哪里都会有孩子和妻子的。
§2.30.5οὗτοι ἐπείτε ἐς Αἰθιοπίην ἀπίκοντο, διδοῦσι σφέας αὐτοὺς τῷ Αἰθιόπων βασιλέι, ὁ δὲ σφέας τῷδε ἀντιδωρέεται· ἦσάν οἱ διάφοροι τινὲς γεγονότες τῶν Αἰθιόπων· τούτους ἐκέλευε ἐξελόντας τὴν ἐκείνων γῆν οἰκέειν.
这些人到达埃塞俄比亚后,向埃塞俄比亚国王投诚,而国王则这样奖赏他们:有一些埃塞俄比亚人曾与他结怨;国王便命令埃及人将这些人赶走,并居住在他们的土地上。
τούτων δὲ ἐσοικισθέντων ἐς τοὺς Αἰθίοπας ἡμερώτεροι γεγόνασι Αἰθίοπες, ἤθεα μαθόντες Αἰγύπτια.
随着这些人迁入埃塞俄比亚人之中,埃塞俄比亚人学习了埃及的风俗,变得更加开化了。

词汇与语法注释

  1. §2.30.1ἐν ἴσῳ χρόνῳ ἄλλῳ ... ἐν ὅσῳ περ — 表示同等比较的关联结构(ἐν ἴσῳ... ἐν ὅσῳ...),意为“在与……相等的时间内”。形容词 ἄλλῳ 修饰 χρόνῳ,表明从美罗埃到逃兵之地的旅程时间,与之前从埃勒凡蒂尼到美罗埃的时间(共56天)相同。
  2. §2.30.1δύναται — 动词 δύναμαι 通常表示“能够”,但当其主语是单词或表达时,它被用来表示“意思是”或“相当于”。
  3. §2.30.4δέξαντα — 这是动词 δείκνυμι(展示、指明)的爱奥尼亚方言不定过去时主动分词阳性单数宾格形式,相当于雅典方言的 δείξαντα。不应将其与表示接受的 δέχομαι 的不定过去时分词形式(中动形 δεξάμενος)相混淆;在此处它意为“指着”。
  4. §2.30.4οὐκ ἔα — 动词短语 οὐκ ἐάω(不容许)的未完成过去时(单数第三人称),在此处用于表达强烈的劝阻或禁止,意为“劝阻他们不要……”或“禁止他们……”。
  5. §2.30.5οἱ — 第三人称单数代词的与格形式,在此指代埃塞俄比亚国王(ὁ δὲ)。它作为关系与格或不利与格起作用,意为“与他(不和)”或“针对他(结怨)”。

引用这一段

希罗多德, 历史 §2.30.1-2.30.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.30.1-2.30.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。