§2.29.1ἄλλου δὲ οὐδενὸς οὐδὲν ἐδυνάμην πυθέσθαι.
From no one else was I able to learn anything.
ἀλλὰ τοσόνδε μὲν ἄλλο ἐπὶ μακρότατον ἐπυθόμην, μέχρι μὲν Ἐλεφαντίνης πόλιος αὐτόπτης ἐλθών, τὸ δὲ ἀπὸ τούτου ἀκοῇ ἤδη ἱστορέων.
But I did learn the following other matters to the furthest extent, going as an eyewitness as far as the city of Elephantine, and inquiring about the regions beyond this by hearsay.
§2.29.2ἀπὸ Ἐλεφαντίνης πόλιος ἄνω ἰόντι ἄναντες ἐστὶ χωρίον· ταύτῃ ὦν δεῖ τὸ πλοῖον διαδήσαντας ἀμφοτέρωθεν κατά περ βοῦν πορεύεσθαι·
For one going upstream from the city of Elephantine, the land is steep; therefore, here one must bind the boat on both sides and proceed just as with an ox.
ἢν δὲ ἀπορραγῇ τὸ πλοῖον οἴχεται φερόμενον ὑπὸ ἰσχύος τοῦ ῥόου.
And if the boat breaks loose, it is carried away and lost by the force of the current.
§2.29.3τὸ δὲ χωρίον τοῦτο ἐστὶ ἐπʼ ἡμέρας τέσσερας πλόος, σκολιὸς δὲ ταύτῃ κατά περ ὁ Μαίανδρος ἐστὶ ὁ Νεῖλος· σχοῖνοι δὲ δυώδεκα εἰσὶ οὗτοι τοὺς δεῖ τούτῳ τῷ τρόπῳ διεκπλῶσαι.
This region is a voyage of four days, and here the Nile is winding just like the Maeander; these are twelve schoenoi through which one must sail in this manner.
καὶ ἔπειτα ἀπίξεαι ἐς πεδίον λεῖον, ἐν τῷ νῆσον περιρρέει ὁ Νεῖλος· Ταχομψὼ οὔνομα αὐτῇ ἐστι.
And after that you will come to a level plain, in which the Nile flows around an island; its name is Tachompso.
§2.29.4οἰκέουσι δὲ τὰ ἀπὸ Ἐλεφαντίνης ἄνω Αἰθίοπες ἤδη καὶ τῆς νήσου τὸ ἥμισυ, τὸ δὲ ἥμισυ Αἰγύπτιοι.
The regions upstream from Elephantine are already inhabited by Ethiopians, as is half of the island, while the other half is inhabited by Egyptians.
ἔχεται δὲ τῆς νήσου λίμνην μεγάλη, τὴν πέριξ νομάδες Αἰθίοπες νέμονται· τὴν διεκπλώσας ἐς τοῦ Νείλου τὸ ῥέεθρον ἥξεις, τὸ ἐς τὴν λίμνην ταύτην ἐκδιδοῖ.
Bordering the island is a great lake, around which nomadic Ethiopians pasture their flocks; having sailed through this, you will come to the stream of the Nile, which empties into this lake.
§2.29.5καὶ ἔπειτα ἀποβὰς παρὰ τὸν ποταμὸν ὁδοιπορίην ποιήσεαι ἡμερέων τεσσεράκοντα· σκόπελοί τε γὰρ ἐν τῷ Νείλῳ ὀξέες ἀνέχουσι καὶ χοιράδες πολλαί εἰσι, διʼ ὧν οὐκ οἷά τε ἐστὶ πλέειν.
And then, disembarking, you will make a journey of forty days along the river; for sharp rocks stand up in the Nile, and there are many reefs, through which it is not possible to sail.
§2.29.6διεξελθὼν δὲ ἐν τῇσι τεσσεράκοντα ἡμέρῃσι τοῦτο τὸ χωρίον, αὖτις ἐς ἕτερον πλοῖον ἐσβὰς δυώδεκα ἡμέρας πλεύσεαι, καὶ ἔπειτα ἥξεις ἐς πόλιν μεγάλην τῇ οὔνομα ἐστὶ Μερόη· λέγεται δὲ αὕτη ἡ πόλις εἶναι μητρόπολις τῶν ἄλλων Αἰθιόπων.
Having traversed this country in those forty days, embarking again on another boat, you will sail for twelve days, and then you will come to a great city, whose name is Meroe; this city is said to be the mother-city of the other Ethiopians.
§2.29.7οἱ δʼ ἐν ταύτῃ Δία θεῶν καὶ Διόνυσον μούνους σέβονται, τούτους τε μεγάλως τιμῶσι, καί σφι μαντήιον Διὸς κατέστηκε· στρατεύονται δὲ ἐπεάν σφεας ὁ θεὸς οὗτος κελεύῃ διὰ θεσπισμάτων, καὶ τῇ ἂν κελεύῃ, ἐκεῖσε.
And those in this city worship Zeus and Dionysus alone of the gods, and they honor these greatly, and an oracle of Zeus is established for them; and they go on campaigns whenever this god commands them through oracles, and to wherever he commands.