Humanitext Reader

希罗多德 · 历史 §2.25.1-2.25.5

太阳对水分的吸引与尼罗河水位的季节变化

第 241 段,共 1577 段 · 希腊语

内容简介

作者解释了太阳在冬季经过利比亚上空时吸引并驱散水分以产生降雨的气象机制。这说明了为什么在冬天唯独尼罗河的水分被太阳夺走,而其他河流则因雨水充沛而流量增加,而到夏天情况则相反。

§2.25.1ὡς δὲ ἐν πλέονι λόγῳ δηλῶσαι, ὧδε ἔχει.
如果要用更详细的文字来解释,情况是这样的。
διεξιὼν τῆς Λιβύης τὰ ἄνω ὁ ἥλιος τάδε ποιέει· ἅτε διὰ παντὸς τοῦ χρόνου αἰθρίου τε ἐόντος τοῦ ἠέρος τοῦ κατὰ ταῦτα τὰ χωρία καὶ ἀλεεινῆς τῆς χώρης ἐούσης καὶ ἀνέμων ψυχρῶν, διεξιὼν ποιέει οἷόν περ καὶ τὸ θέρος ἔωθε ποιέειν ἰὼν τὸ μέσον τοῦ οὐρανοῦ·
太阳在经过利比亚上部地区时,会这样做:由于这些地方的上空全年晴朗,土地温暖且没有冷风,太阳在通过时,其所作所为正如他在夏天穿过天空中央时通常所做的一样。
§2.25.2ἕλκει γὰρ ἐπʼ ἑωυτὸν τὸ ὕδωρ, ἑλκύσας δὲ ἀπωθέει ἐς τὰ ἄνω χωρία, ὑπολαμβάνοντες δὲ οἱ ἄνεμοι καὶ διασκιδνάντες τήκουσι·
因为他把水吸引到自己身边,吸引之后又将其推向高处,而风则接纳并驱散这些水分,使之消融。
καὶ εἰσὶ οἰκότως οἱ ἀπὸ ταύτης τῆς χώρης πνέοντες, ὅ τε νότος καὶ ὁ λίψ, ἀνέμων πολλὸν τῶν πάντων ὑετιώτατοι
因此,很自然地,从这个地区吹来的风,即南风和西南风,在所有风中是最具雨意的。
§2.25.3δοκέει δέ μοι οὐδὲ πᾶν τὸ ὕδωρ τὸ ἐπέτειον ἑκάστοτε ἀποπέμπεσθαι τοῦ Νείλου ὁ ἥλιος, ἀλλὰ καὶ ὑπολείπεσθαι περὶ ἑωυτόν.
在我看来,太阳似乎并没有把每次从尼罗河吸引来的全部年度之水都送走,而是把一部分留在自己周围。
πρηϋνομένου δὲ τοῦ χειμῶνος ἀπέρχεται ὁ ἥλιος ἐς μέσον τὸν οὐρανὸν ὀπίσω, καὶ τὸ ἐνθεῦτεν ἤδη ὁμοίως ἀπὸ πάντων ἕλκει τῶν ποταμῶν.
当冬季转暖时,太阳又退回到天空的中央,从此便同样地从所有的河流中吸引水分。
§2.25.4τέως δὲ οἳ μὲν ὀμβρίου ὕδατος συμμισγομένου πολλοῦ αὐτοῖσι, ἅτε ὑομένης τε τῆς χώρης καὶ κεχαραδρωμένης, ῥέουσι μεγάλοι· τοῦ δὲ θέρεος τῶν τε ὄμβρων ἐπιλειπόντων αὐτοὺς καὶ ὑπὸ τοῦ ἡλίου ἑλκόμενοι ἀσθενέες εἰσί.
在此期间,由于有大量的雨水注入,且土地受到雨淋并被急流冲刷,其他河流都流量充沛地流淌;但在夏天,由于雨水断绝,且受到太阳的吸引,它们的水流变得微弱。
§2.25.5ὁ δὲ Νεῖλος ἐὼν ἄνομβρος, ἑλκόμενος δὲ ὑπὸ τοῦ ἡλίου μοῦνος ποταμῶν τοῦτον τὸν χρόνον, οἰκότως αὐτὸς ἑωυτοῦ ῥέει πολλῷ ὑποδεέστερος ἢ τοῦ θέρεος·
而尼罗河没有雨水注入,且在这个时期是所有河流中唯一被太阳吸引水分的,因此自然而然地,它自身在此时的流量要比在夏天少得多。
τότε μὲν γὰρ μετὰ πάντων τῶν ὑδάτων ἴσον ἕλκεται, τὸν δὲ χειμῶνα μοῦνος πιέζεται.
因为在夏天,它与所有其他水流一起被等同地吸引,但在冬天,唯独它受到压迫。

词汇与语法注释

  1. §2.25.1ἀνέμων ψυχρῶν — 此短语与前文的属格独立结构 αἰθρίου τε ἐόντος τοῦ ἠέρος 和 ἀλεεινῆς τῆς χώρης ἐούσης 并列,但缺少分词。由于上下文在描述利比亚上部地区的温暖气候,此处被理解为省略了否定意义的分词(如 ἀπεόντων“不存在”),意为“没有冷风”。
  2. §2.25.4οἳ μὲν — 这是指示代名词复数形式加小词 μέν,意为“他们”或“其他河流”,在此指希腊及其他地方的河流,与尼罗河相对。其对应的对比项是下一节(§2.25.5)的 ὁ δὲ Νεῖλος(而尼罗河)。
  3. §2.25.5αὐτὸς ἑωυτοῦ — 结合了主格代名词 αὐτός 和反身代名词属格 ἑωυτοῦ。与比较级 ὑποδεέστερος(更少的、更低的)连用,表示自我比较,即某个事物在不同时间与其自身状态的对比(在此指“尼罗河自身与夏天时的自己相比”)。

引用这一段

希罗多德, 历史 §2.25.1-2.25.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.25.1-2.25.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。