§2.26.1οὕτω τὸν ἥλιον νενόμικα τούτων αἴτιον εἶναι.
因此,我认为太阳是这些现象的原因。
αἴτιος δὲ ὁ αὐτὸς οὗτος κατὰ γνώμην τὴν ἐμὴν καὶ τὸν ἠέρα ξηρὸν τὸν ταύτῃ εἶναι, διακαίων τὴν διέξοδον ἑωυτοῦ· οὕτω τῆς Λιβύης τὰ ἄνω θέρος αἰεὶ κατέχει.
而且依我之见,正是这同一个太阳,由于烧灼着自己的通道,也是该地区空气干燥的原因;如此一来,夏天便始终统治着利比亚的上部地区。
§2.26.2εἰ δὲ ἡ στάσις ἤλλακτο τῶν ὡρέων, καὶ τοῦ οὐρανοῦ τῇ μὲν νῦν ὁ βορέης τε καὶ ὁ χειμὼν ἑστᾶσι, ταύτῃ μὲν τοῦ νότου ἦν ἡ στάσις καὶ τῆς μεσαμβρίης, τῇ δὲ ὁ νότος νῦν ἕστηκε, ταύτῃ δὲ ὁ βορέης, εἰ ταῦτα οὕτω εἶχε, ὁ ἥλιος ἂν ἀπελαυνόμενος ἐκ μέσου τοῦ οὐρανοῦ ὑπὸ τοῦ χειμῶνος καὶ τοῦ βορέω ἤιε ἂν τὰ ἄνω τῆς Εὐρώπης κατά περ νῦν τῆς Λιβύης ἔρχεται, διεξιόντα δʼ ἄν μιν διὰ πάσης Εὐρώπης ἔλπομαι ποιέειν ἂν τὸν Ἴστρον τά περ νῦν ἐργάζεται τὸν Νεῖλον.
然而,如果季节的配置发生了改变,在如今北风和冬季盘踞的天空之处,变成了南风和南方热气的配置,而在如今南风盘踞之处,变成了北风——如果事情是这样的话,太阳就会被冬季和北风从天空中央驱逐出去,走向欧洲的上部地区,正如他现在穿过利比亚一样。 我推测,当他穿过整个欧洲时,他对伊斯特河所做的事,将与他现在对尼罗河所做的事完全相同。