§2.25.1ὡς δὲ ἐν πλέονι λόγῳ δηλῶσαι, ὧδε ἔχει.
To explain it in more detail, it is as follows.
διεξιὼν τῆς Λιβύης τὰ ἄνω ὁ ἥλιος τάδε ποιέει· ἅτε διὰ παντὸς τοῦ χρόνου αἰθρίου τε ἐόντος τοῦ ἠέρος τοῦ κατὰ ταῦτα τὰ χωρία καὶ ἀλεεινῆς τῆς χώρης ἐούσης καὶ ἀνέμων ψυχρῶν, διεξιὼν ποιέει οἷόν περ καὶ τὸ θέρος ἔωθε ποιέειν ἰὼν τὸ μέσον τοῦ οὐρανοῦ·
In passing through the upper parts of Libya, the sun does this: since the air in these quarters is clear and the land is warm and free from cold winds throughout the whole year, the sun in his passage does just what he is accustomed to do in summer when he goes through the middle of the sky.
§2.25.2ἕλκει γὰρ ἐπʼ ἑωυτὸν τὸ ὕδωρ, ἑλκύσας δὲ ἀπωθέει ἐς τὰ ἄνω χωρία, ὑπολαμβάνοντες δὲ οἱ ἄνεμοι καὶ διασκιδνάντες τήκουσι·
For he draws the water to himself, and having drawn it, he pushes it away to the upper regions, where the winds receive it, disperse it, and melt it down.
καὶ εἰσὶ οἰκότως οἱ ἀπὸ ταύτης τῆς χώρης πνέοντες, ὅ τε νότος καὶ ὁ λίψ, ἀνέμων πολλὸν τῶν πάντων ὑετιώτατοι
And naturally, the winds that blow from this land, namely the south wind and the southwest wind, are by far the rainiest of all winds.
§2.25.3δοκέει δέ μοι οὐδὲ πᾶν τὸ ὕδωρ τὸ ἐπέτειον ἑκάστοτε ἀποπέμπεσθαι τοῦ Νείλου ὁ ἥλιος, ἀλλὰ καὶ ὑπολείπεσθαι περὶ ἑωυτόν.
And it seems to me that the sun does not send away all the water that he draws annually from the Nile on each occasion, but also retains some of it about himself.
πρηϋνομένου δὲ τοῦ χειμῶνος ἀπέρχεται ὁ ἥλιος ἐς μέσον τὸν οὐρανὸν ὀπίσω, καὶ τὸ ἐνθεῦτεν ἤδη ὁμοίως ἀπὸ πάντων ἕλκει τῶν ποταμῶν.
But when the winter becomes mild, the sun returns again to the middle of the sky, and from then on he draws water equally from all rivers.
§2.25.4τέως δὲ οἳ μὲν ὀμβρίου ὕδατος συμμισγομένου πολλοῦ αὐτοῖσι, ἅτε ὑομένης τε τῆς χώρης καὶ κεχαραδρωμένης, ῥέουσι μεγάλοι· τοῦ δὲ θέρεος τῶν τε ὄμβρων ἐπιλειπόντων αὐτοὺς καὶ ὑπὸ τοῦ ἡλίου ἑλκόμενοι ἀσθενέες εἰσί.
Meanwhile, the other rivers flow in full stream because much rain-water is mixed with them, since their land is rained upon and furrowed with torrents; but in summer, as the rains fail them and they are drawn by the sun, they become weak.
§2.25.5ὁ δὲ Νεῖλος ἐὼν ἄνομβρος, ἑλκόμενος δὲ ὑπὸ τοῦ ἡλίου μοῦνος ποταμῶν τοῦτον τὸν χρόνον, οἰκότως αὐτὸς ἑωυτοῦ ῥέει πολλῷ ὑποδεέστερος ἢ τοῦ θέρεος· τότε μὲν γὰρ μετὰ πάντων τῶν ὑδάτων ἴσον ἕλκεται, τὸν δὲ χειμῶνα μοῦνος πιέζεται.
But the Nile, being free from rain and being the only one of all rivers drawn by the sun at this time, naturally flows much lower than in summer; for then indeed he is drawn equally along with all other waters, but in winter he alone is hard pressed.