Humanitext Reader

希罗多德 · 历史 §2.162.1-2.162.6

阿玛西斯被叛军拥立与埃及人的倒戈

第 384 段,共 1577 段 · 希腊语

内容简介

阿普里埃斯派阿玛西斯去平息叛乱,但阿玛西斯却被叛军拥立为王,并羞辱了使者帕塔尔贝米斯。阿普里埃斯大怒之下对帕塔尔贝米斯施以酷刑,导致原本效忠于他的其余埃及人全部投奔了阿玛西斯。

§2.162.1πυθόμενος δὲ Ἀπρίης ταῦτα πέμπει ἐπʼ αὐτοὺς Ἄμασιν καταπαύσοντα λόγοισι.
阿普里埃斯听说此事后,派阿玛西斯去他们那里,想用言语劝阻他们。
ὁ δὲ ἐπείτε ἀπικόμενος κατελάμβανε τοὺς Αἰγυπτίους ταῦτα μὴ ποιέειν, λέγοντος αὐτοῦ τῶν τις Αἰγυπτίων ὄπισθε στὰς περιέθηκέ οἱ κυνέην, καὶ περιτιθεὶς ἔφη ἐπὶ βασιληίῃ περιτιθέναι.
但当阿玛西斯到达并试图劝阻埃及人不要做这些事时,正当他说话之际,一个埃及人站在他身后,把一顶头盔戴在他的头上,并在戴上时说,这是为了王位而给他戴上的。
§2.162.2καὶ τῷ οὔ κως ἀεκούσιον ἐγίνετο τὸ ποιεύμενον, ὡς διεδείκνυε.
而对他来说,所发生的一切绝非违背其心愿,正如他后来所表明的那样。
ἐπείτε γὰρ ἐστήσαντό μιν βασιλέα τῶν Αἰγυπτίων οἱ ἀπεστεῶτες, παρεσκευάζετο ὡς ἐλῶν ἐπὶ τὸν Ἀπρίην.
因为当叛乱者拥立他为埃及人的国王时,他便开始准备率军去攻打阿普里埃斯。
§2.162.3πυθόμενος δὲ ταῦτα ὁ Ἀπρίης ἔπεμπε ἐπʼ Ἄμασιν ἄνδρα δόκιμον τῶν περὶ ἑωυτὸν Αἰγυπτίων, τῷ οὔνομα ἦν Πατάρβημις, ἐντειλάμενος αὐτῷ ζῶντα Ἄμασιν ἀγαγεῖν παρʼ ἑωυτόν.
阿普里埃斯听说此事后,向阿玛西斯派遣了他身边一个地位显赫的埃及人,名叫帕塔尔贝米斯,命令他把活着的阿玛西斯带到自己面前。
ὡς δὲ ἀπικόμενος τὸν Ἄμασιν ἐκάλεε ὁ Πατάρβημις, ὁ Ἄμασις, ἔτυχε γὰρ ἐπʼ ἵππου κατήμενος, ἐπαείρας ἀπεματάισε, καὶ τοῦτό μιν ἐκέλευε Ἀπρίῃ ἀπάγειν.
当帕塔尔贝米斯到达并召唤阿玛西斯时,阿玛西斯——因为他当时正骑在马上——抬起身体放了一个屁,并让他把这个带回去给阿普里埃斯。
§2.162.4ὅμως δὲ αὐτὸν ἀξιοῦν τὸν Πατάρβημιν βασιλέος μεταπεμπομένου ἰέναι πρὸς αὐτόν·
然而,帕塔尔贝米斯依然要求他,既然国王在召见,就应当去见国王。
τὸν δὲ αὐτῷ ὑποκρίνεσθαι ὡς ταῦτα πάλαι παρεσκευάζετο ποιέειν, καὶ αὐτῷ οὐ μέμψεσθαι Ἀπρίην· παρέσεσθαι γὰρ καὶ αὐτὸς καὶ ἄλλους ἄξειν.
阿玛西斯则回答他说,自己早就准备这样做了,阿普里埃斯不会对他有什么不满意,因为他自己不仅会去,还会带其他人一起去。
§2.162.5τὸν δὲ Πατάρβημιν ἔκ τε τῶν λεγομένων οὐκ ἀγνοέειν τὴν διάνοιαν, καὶ παρασκευαζόμενον ὁρῶντα σπουδῇ ἀπιέναι, βουλόμενον τὴν ταχίστην βασιλέι δηλῶσαι τὰ πρησσόμενα.
帕塔尔贝米斯从他的话语中察觉到了他的意图,又看到他正在做准备,为了尽快向国王报告所发生的事情,便急忙离去。
ὡς δὲ ἀπικέσθαι αὐτὸν πρὸς τὸν Ἀπρίην οὐκ ἄγοντα τὸν Ἄμασιν, οὐδένα λόγον αὐτῷ δόντα ἀλλὰ περιθύμως ἔχοντα περιταμεῖν προστάξαι αὐτοῦ τά τε ὦτα καὶ τὴν ῥῖνα.
当他回到阿普里埃斯那里而没有带回阿玛西斯时,国王没有给他任何辩解的机会,而是大发雷霆,下令割掉他的耳朵和鼻子。
§2.162.6ἰδόμενοι δʼ οἱ λοιποὶ τῶν Αἰγυπτίων, οἳ ἔτι τὰ ἐκείνου ἐφρόνεον, ἄνδρα τὸν δοκιμώτατον ἑωυτῶν οὕτω αἰσχρῶς λύμῃ διακείμενον, οὐδένα δὴ χρόνον ἐπισχόντες ἀπιστέατο πρὸς τοὺς ἑτέρους καὶ ἐδίδοσαν σφέας αὐτοὺς Ἀμάσι.
其余仍支持阿普里埃斯的埃及人,看到他们中最受器重的人受到如此耻辱的摧残,便毫不迟疑,立即投奔了另一方,归顺了阿玛西斯。

词汇与语法注释

  1. 2.162.1κατελάμβανε — 未完成过去时。在此处表示尝试或企图(尝试性未完成):即阿玛西斯“正试图劝阻”或“正在说服”埃及人不要叛变。
  2. 2.162.4ἀξιοῦν — 间接叙述中的独立不定式。从第4节到第5节的叙述采用了间接引语或传闻的形式,因此主句动词连续使用不定式(如 ἀξιοῦν, ὑποκρίνεσθαι, οὐκ ἀγνοέειν, ἀπιέναι, προστάξαι)而非直陈式,这是希罗多德叙事风格的典型特征。
  3. 2.162.5ὡς δὲ ἀπικέσθαι — 时间状语从句 ὡς 中的不定式。由于主句受间接叙述中的不定式(προστάξαι)支配,从属时间从句中的动词也受到同化影响,使用不定式(ἀπικέσθαι)而非直陈式(ἀπίκετο)。
  4. 2.162.5δόντα — 宾格分词。它与支配不定式 `προστάξαι` 的省略宾格主语 `Ἀπρίην`(阿普里埃斯)保持一致。同样并列的另一个分词 `ἔχοντα` 也修饰 `Ἀπρίην`。
  5. 2.162.6ἀπιστέατο — 爱奥尼亚方言的第三人称复数未完成过去时。相当于雅典方言的 `ἀφίσταν토`(动词 `ἀφίσταμαι`,“背叛/起义”),词尾的 `-ντο` 在爱奥尼亚方言中变为了特征性的 `-ατο`。

引用这一段

希罗多德, 历史 §2.162.1-2.162.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.162.1-2.162.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。