§2.161.1ψάμμιος δὲ ἓξ ἔτεα μοῦνον βασιλεύσαντος Αἰγύπτου καὶ στρατευσαμένου ἐς Αἰθιοπίην καὶ μεταυτίκα τελευτήσαντος ἐξεδέξατο Ἀπρίης ὁ Ψάμμιος·
普萨米斯仅统治了埃及六年,出兵埃塞俄比亚后不久便去世了,随后由普萨米斯之子阿普里埃斯继承了王位。
§2.161.2ὃς μετὰ Ψαμμήτιχον τὸν ἑωυτοῦ προπάτορα ἐγένετο εὐδαιμονέστατος τῶν πρότερον βασιλέων, ἐπʼ ἔτεα πέντε καὶ εἴκοσι ἄρξας, ἐν τοῖσι ἐπί τε Σιδῶνα στρατὸν ἤλασε καὶ ἐναυμάχησε τῷ Τυρίῳ.
他是继其曾祖父普萨美提克之后,以前的国王中最富强的一位,统治了二十五年。 在这期间,他曾率军攻打西顿,并与推罗王进行过海战。
§2.161.3ἐπεὶ δέ οἱ ἔδεε κακῶς γενέσθαι, ἐγίνετο ἀπὸ προφάσιος τὴν ἐγὼ μεζόνως μὲν ἐν τοῖσι Λιβυκοῖσι λόγοισι ἀπηγήσομαι, μετρίως δʼ ἐν τῷ παρεόντι.
但是,当他命中注定要遭遇厄运时,这起因于一个由头,我将在《利比亚记》中作更详尽的叙述,而眼下只做简要的交待。
§2.161.4ἀποπέμψας γὰρ στράτευμα ὁ Ἀπρίης ἐπὶ Κυρηναίους μεγαλωστὶ προσέπταισε, Αἰγύπτιοι δὲ ταῦτα ἐπιμεμφόμενοι ἀπέστησαν ἀπʼ αὐτοῦ, δοκέοντες τὸν Ἀπρίην ἐκ προνοίης αὐτοὺς ἀποπέμψαι ἐς φαινόμενον κακόν, ἵνα δὴ σφέων φθορὴ γένηται, αὐτὸς δὲ τῶν λοιπῶν Αἰγυπτίων ἀσφαλέστερον ἄρχοι.
因为阿普里埃斯曾派兵去攻打库勒涅人,却遭到了惨败,埃及人为此怨恨他,便背叛了他。 他们认为阿普里埃斯是故意将他们送往显而易见的绝境,以便让他们灭亡,而他自己则可以更安全地统治剩下的埃及人。
ταῦτα δὲ δεινὰ ποιεύμενοι οὗτοί τε οἱ ἀπονοστήσαντες καὶ οἱ τῶν ἀπολομένων φίλοι ἀπέστησαν ἐκ τῆς ἰθέης.
由于对此感到愤怒,这些生还归来的人和死者的朋友们便背离了正道,起兵反叛。