§2.159.1παυσάμενος δὲ τῆς διώρυχος ὁ Νεκῶς ἐτράπετο πρὸς στρατηίας, καὶ τριήρεες αἳ μὲν ἐπὶ τῇ βορηίῃ θαλάσσῃ ἐποιήθησαν, αἳ δʼ ἐν τῷ Ἀραβίῳ κόλπῳ ἐπὶ τῇ Ἐρυθρῇ θαλάσσῃ, τῶν ἔτι οἱ ὁλκοὶ ἐπίδηλοι.
尼科停止开凿运河后,转向了军事行动,并建造了三列桨战船,一部分在北面的海上,另一部分在红海边上的阿拉伯湾,这些船只的滑道至今依然清晰可见。
§2.159.2καὶ ταύτῃσί τε ἐχρᾶτο ἐν τῷ δέοντι καὶ Σύροισι πεζῇ ὁ Νεκῶς συμβαλὼν ἐν Μαγδώλῳ ἐνίκησε, μετὰ δὲ τὴν μάχην Κάδυτιν πόλιν τῆς Συρίης ἐοῦσαν μεγάλην εἷλε.
他不仅在需要时使用这些船只,而且尼科还在陆战中与叙利亚人交战,在麦格多鲁斯击败了他们;战役之后,他攻占了叙利亚的大城市卡杜提斯。
§2.159.3ἐν τῇ δὲ ἐσθῆτι ἔτυχε ταῦτα κατεργασάμενος, ἀνέθηκε τῷ Ἀπόλλωνι πέμψας ἐς Βραγχίδας τὰς Μιλησίων.
他将自己立下这些功绩时恰好穿着的衣物,送往米利都人境内的布兰基代,奉献给阿波罗。
μετὰ δέ, ἑκκαίδεκα ἔτεα τὰ πάντα ἄρξας, τελευτᾷ, τῷ παιδὶ Ψάμμι παραδοὺς τὴν ἀρχήν.
此后,他总共统治了十六年便去世了,将王权传给了他的儿子普萨米斯。