§2.158.1Ψαμμητίχου δὲ Νεκῶς παῖς ἐγένετο καὶ ἐβασίλευσε Αἰγύπτου, ὃς τῇ διώρυχι ἐπεχείρησε πρῶτος τῇ ἐς τὴν Ἐρυθρὴν θάλασσαν φερούσῃ, τὴν Δαρεῖος ὁ Πέρσης δεύτερα διώρυξε·
普萨美提科斯的儿子尼科继位并统治了埃及,他是第一个尝试开凿通往红海运河的人,而波斯人大流士第二次开凿了这条运河。
τῆς μῆκος ἐστὶ πλόος ἡμέραι τέσσερες, εὖρος δὲ ὠρύχθη ὥστε τριήρεας δύο πλέειν ὁμοῦ ἐλαστρευμένας.
这条运河的长度需要航行四天,宽度则开凿得足够让两艘三列桨战船同时并排航行。
§2.158.2ἦκται δὲ ἀπὸ τοῦ Νείλου τὸ ὕδωρ ἐς αὐτήν· ἦκται δὲ κατύπερθε ὀλίγον Βουβάστιος πόλιος παρὰ Πάτουμον τὴν Ἀραβίην πόλιν, ἐσέχει δὲ ἐς τὴν Ἐρυθρὴν θάλασσαν.
水是从尼罗河引入这条运河的;它在布巴斯提斯城稍往上游一点的地方被引入,经过阿拉伯的帕图莫斯城,并注入红海。
ὀρώρυκται δὲ πρῶτον μὲν τοῦ πεδίου τοῦ Αἰγυπτίου τὰ πρὸς Ἀραβίην ἔχοντα· ἔχεται δὲ κατύπερθε τοῦ πεδίου τὸ κατὰ Μέμφιν τεῖνον ὄρος, ἐν τῷ αἱ λιθοτομίαι ἔνεισι· §2.158.3τοῦ ὦν δὴ ὄρεος τούτου παρὰ τὴν ὑπώρεαν ἦκται ἡ διῶρυξ ἀπʼ ἑσπέρης μακρὴ πρὸς τὴν ἠῶ, καὶ ἔπειτα τείνει ἐς διασφάγας, φέρουσα ἀπὸ τοῦ ὄρεος πρὸς μεσαμβρίην τε καὶ νότον ἄνεμον ἐς τὸν κόλπον τὸν Ἀράβιον.
首先,开凿的是埃及平原中面向阿拉伯的那一部分;在这片平原的上方是向孟菲斯延伸的山脉,其中有采石场;在这座山的麓脚下,运河从西向东长长地引出,然后延伸至山谷峡口,自山脉向南方及南风方向,通往阿拉伯湾。
§2.158.4τῇ δὲ ἐλάχιστον ἐστὶ καὶ συντομώτατον ἐκ τῆς βορηίης θαλάσσης ὑπερβῆναι ἐς τὴν νοτίην καὶ Ἐρυθρὴν τὴν αὐτὴν ταύτην καλεομένην, ἀπὸ τοῦ Κασίου ὄρεος τοῦ οὐρίζοντος Αἴγυπτόν τε καὶ Συρίην, ἀπὸ τούτου εἰσὶ στάδιοι ἀπαρτὶ χίλιοι ἐς τὸν Ἀράβιον κόλπον.
而在北面的海与南面的海(即所谓的红海)之间,通道最短、最快捷的地方,是从构成埃及和叙利亚国界的卡西奥斯山出发,从这里到阿拉伯湾正好是一千斯塔迪亚。
§2.158.5τοῦτο μὲν τὸ συντομώτατον, ἡ δὲ διῶρυξ πολλῷ μακροτέρη, ὅσῳ σκολιωτέρη ἐστί· τὴν ἐπὶ Νεκῶ βασιλέος ὀρύσσοντες Αἰγυπτίων ἀπώλοντο δυώδεκα μυριάδες.
这是最快捷的路线,而运河要长得多,因为它更加曲折;在尼科国王统治下开凿这条运河时,有十二万埃及人丧生。
Νεκῶς μέν νυν μεταξὺ ὀρύσσων ἐπαύσατο μαντηίου ἐμποδίου γενομένου τοιοῦδε, τῷ βαρβάρῳ αὐτὸν προεργάζεσθαι.
由于出现了这样一则起阻碍作用的神托,尼科在开凿途中便停止了:即他是在为野蛮人作前期准备工作。
βαρβάρους δὲ πάντας οἱ Αἰγύπτιοι καλέουσι τοὺς μὴ σφίσι ὁμογλώσσους.
埃及人把所有不与他们同语言的人都称为“野蛮人”。