§2.158.1Ψαμμητίχου δὲ Νεκῶς παῖς ἐγένετο καὶ ἐβασίλευσε Αἰγύπτου, ὃς τῇ διώρυχι ἐπεχείρησε πρῶτος τῇ ἐς τὴν Ἐρυθρὴν θάλασσαν φερούσῃ, τὴν Δαρεῖος ὁ Πέρσης δεύτερα διώρυξε·
プサメティコスの子ネコスが彼を継いでエジプトの王となった。 彼は、紅海へと至る運河に最初に着手した者であり、これをペルシア人ダレイオスが二番目に掘り進めた。
τῆς μῆκος ἐστὶ πλόος ἡμέραι τέσσερες, εὖρος δὲ ὠρύχθη ὥστε τριήρεας δύο πλέειν ὁμοῦ ἐλαστρευμένας.
この運河の長さは船で四日間の航路であり、幅は三段櫂船二隻が並んで漕ぎ進めることができるように掘られた。
§2.158.2ἦκται δὲ ἀπὸ τοῦ Νείλου τὸ ὕδωρ ἐς αὐτήν·
水はナイル川からこの運河へと引き込まれている。
ἦκται δὲ κατύπερθε ὀλίγον Βουβάστιος πόλιος παρὰ Πάτουμον τὴν Ἀραβίην πόλιν, ἐσέχει δὲ ἐς τὴν Ἐρυθρὴν θάλασσαν.
水はブバスティス市の少し上流から、アラビアの都市パトゥモスの傍らを通って引き込まれ、紅海へと流れ込んでいる。
ὀρώρυκται δὲ πρῶτον μὲν τοῦ πεδίου τοῦ Αἰγυπτίου τὰ πρὸς Ἀραβίην ἔχοντα·
運河が掘られているのは、まず第一に、エジプトの平野のうちアラビアに面する部分である。
ἔχεται δὲ κατύπερθε τοῦ πεδίου τὸ κατὰ Μέμφιν τεῖνον ὄρος, ἐν τῷ αἱ λιθοτομίαι ἔνεισι·
この平野の上方には、メンフィスまで延びる山地が連なっており、そこには石切場がある。
§2.158.3τοῦ ὦν δὴ ὄρεος τούτου παρὰ τὴν ὑπώρεαν ἦκται ἡ διῶρυξ ἀπʼ ἑσπέρης μακρὴ πρὸς τὴν ἠῶ, καὶ ἔπειτα τείνει ἐς διασφάγας, φέρουσα ἀπὸ τοῦ ὄρεος πρὸς μεσαμβρίην τε καὶ νότον ἄνεμον ἐς τὸν κόλπον τὸν Ἀράβιον.
さて、この山の麓に沿って、運河は西から東へと長く引き込まれ、それから谷間へと延び、山から正午および南風の方向へと向かって、アラビア湾へと至っている。
§2.158.4τῇ δὲ ἐλάχιστον ἐστὶ καὶ συντομώτατον ἐκ τῆς βορηίης θαλάσσης ὑπερβῆναι ἐς τὴν νοτίην καὶ Ἐρυθρὴν τὴν αὐτὴν ταύτην καλεομένην, ἀπὸ τοῦ Κασίου ὄρεος τοῦ οὐρίζοντος Αἴγυπτόν τε καὶ Συρίην, ἀπὸ τούτου εἰσὶ στάδιοι ἀπαρτὶ χίλιοι ἐς τὸν Ἀράβιον κόλπον.
北の海から、南の海、すなわち同じく紅海と呼ばれている海へと越えるのに、最も短く最も速いルートは、エジプトとシリアの境界をなすカシオス山からであって、ここからは、アラビア湾までちょうど千スタディオンある。
§2.158.5τοῦτο μὲν τὸ συντομώτατον, ἡ δὲ διῶρυξ πολλῷ μακροτέρη, ὅσῳ σκολιωτέρη ἐστί·
これが最も短いルートであるが、運河の方はそれよりもはるかに長く、それだけ曲がりくねっている。
τὴν ἐπὶ Νεκῶ βασιλέος ὀρύσσοντες Αἰγυπτίων ἀπώλοντο δυώδεκα μυριάδες.
ネコス王の治世にこの運河を掘る中で、エジプト人のうち十二万人が命を落とした。
Νεκῶς μέν νυν μεταξὺ ὀρύσσων ἐπαύσατο μαντηίου ἐμποδίου γενομένου τοιοῦδε, τῷ βαρβάρῳ αὐτὸν προεργάζεσθαι.
そこでネコスは、掘る途中で作業を中止した。 次のような神託が障害として現れたからである。 すなわち、彼は野蛮人のためにあらかじめ働いているのだ、と。
βαρβάρους δὲ πάντας οἱ Αἰγύπτιοι καλέουσι τοὺς μὴ σφίσι ὁμογλώσσους.
なお、エジプト人は、自分たちと言葉が通じない者をすべて野蛮人と呼んでいる。