Humanitext Reader

希罗多德 · 历史 §2.156.1-2.156.6

浮岛凯姆米斯与藏匿阿波罗的神话

第 378 段,共 1577 段 · 希腊语

内容简介

作者介绍了位于布托神殿旁的浮岛凯姆米斯,并阐述了勒托为免受堤丰侵害而将阿波罗(荷鲁斯)藏于该岛的埃及神话,以及这一传说对埃斯库罗斯诗歌创作的影响。

§2.156.1οὕτω μέν νυν ὁ νηὸς τῶν φανερῶν μοι τῶν περὶ τοῦτο τὸ ἱρὸν ἐστὶ θωμαστότατον, τῶν δὲ δευτέρων νῆσος ἡ Χέμμις καλευμένη·
如此,在这一圣域周围我能见到的事物中,这座殿堂是最为奇特莫测的,而位列第二的则是被称为凯姆米斯的岛屿。
§2.156.2ἔστι μὲν ἐν λίμνῃ βαθέῃ καὶ πλατέῃ κειμένη παρὰ τὸ ἐν Βουτοῖ ἱρόν, λέγεται δὲ ὑπʼ Αἰγυπτίων εἶναι αὕτη ἡ νῆσος πλωτή.
它位于布托神殿旁一个深而宽的湖中,据埃及人说,这座岛屿是漂浮移动的。
αὐτὸς μὲν ἔγωγε οὔτε πλέουσαν οὔτε κινηθεῖσαν εἶδον, τέθηπα δὲ ἀκούων εἰ νῆσος ἀληθέως ἐστὶ πλωτή.
我自己确实既未曾见过它漂浮,也未曾见过它移动,但听到说这岛屿居然真的能漂浮,我感到十分惊异。
§2.156.3ἐν δὲ ὦν ταύτῃ νηός τε Ἀπόλλωνος μέγας ἔνι καὶ βωμοὶ τριφάσιοι ἐνιδρύαται, ἐμπεφύκασι δʼ ἐν αὐτῇ φοίνικες συχνοὶ καὶ ἄλλα δένδρεα καὶ καρποφόρα καὶ ἄφορα πολλά.
在这座岛上,有一座宏大的阿波罗神殿,并建有三处不同的祭坛;岛上还丛生着许多椰枣树以及其他许多结果和不结果的树木。
§2.156.4λόγον δὲ τόνδε ἐπιλέγοντες οἱ Αἰγύπτιοι φασὶ εἶναι αὐτὴν πλωτήν, ὡς ἐν τῇ νήσῳ ταύτῃ οὐκ ἐούσῃ πρότερον πλωτῇ Λητώ, ἐοῦσα τῶν ὀκτὼ θεῶν τῶν πρώτων γενομένων, οἰκέουσα δὲ ἐν Βουτοῖ πόλι, ἵνα δή οἱ τὸ χρηστήριον τοῦτο ἐστί, Ἀπόλλωνα παρʼ Ἴσιος παρακαταθήκην δεξαμένη διέσωσε κατακρύψασα ἐν τῇ νῦν πλωτῇ λεγομένῃ νήσῳ, ὅτε τὸ πᾶν διζήμενος ὁ Τυφῶν ἐπῆλθε, θέλων ἐξευρεῖν τοῦ Ὀσίριος τὸν παῖδα.
埃及人述说以下传说,以此说明它是漂浮的:在这座先前并不漂浮的岛上,勒托——她是最初诞生的八位神明之一,居住在布托城,而她的这处神谕所正是在那里——从伊西斯那里接过了寄托的阿波罗,并把他藏在如今被称为漂浮之岛的地方,从而解救了他。 当时,搜寻一切的堤丰找上门来,企图找出奥西里斯的孩子。
§2.156.5Ἀπόλλωνα δὲ καὶ Ἄρτεμιν Διονύσου καὶ Ἴσιος λέγουσι εἶναι παῖδας, Λητοῦν δὲ τροφὸν αὐτοῖσι καὶ σώτειραν γενέσθαι.
他们说,阿波罗和阿耳忒弥斯是狄奥尼索斯和伊西斯的孩子,而勒托则是他们的养母和救星。
Αἰγυπτιστὶ δὲ Ἀπόλλων μὲν Ὦρος, Δημήτηρ δὲ Ἶσις, Ἄρτεμις δὲ Βούβαστις.
在埃及语中,阿波罗是荷鲁斯,德墨忒尔是伊西斯,阿耳忒弥斯是布巴斯提斯。
§2.156.6ἐκ τούτου δὲ τοῦ λόγου καὶ οὐδενὸς ἄλλου Αἰσχύλος ὁ Εὐφορίωνος ἥρπασε τὸ ἐγὼ φράσω, μοῦνος δὴ ποιητέων τῶν προγενομένων· ἐποίησε γὰρ Ἄρτεμιν εἶναι θυγατέρα Δήμητρος.
欧福里翁之子埃斯库罗斯正是从这一传说而非其他地方,获取了我将要说明的事情,他是先前的诗人中唯一这么做的人:因为他创作诗歌称阿耳忒弥斯是德墨忒尔的女儿。
τὴν δὲ νῆσον διὰ τοῦτο γενέσθαι πλωτήν.
他们说,这座岛屿正是因为这个原因才变得能漂浮的。
ταῦτα μὲν οὕτω λέγουσι.
他们便是这样说的。

词汇与语法注释

  1. 2.156.2εἰ νῆσος ἀληθέως ἐστὶ πλωτή — 连词 εἰ 引导表示“是否”的间接疑问从句,作为分词 ἀκούων(听到)的宾语。它承接了主句动词 τέθηπα(感到惊异)的语气,隐含着作者对这一传闻真实性的惊讶与怀疑。
  2. 2.156.4ὡς ἐν τῇ νήσῳ ταύτῃ οὐκ ἐούσῃ πρότερον πλωτῇ Λητώ ... διέσωσε — 在 ὡς 从句中,主格主语是 Λητώ,主要动词是 διέσωσε(救出)。短语 ἐν τῇ νήσῳ ταύτῃ οὐκ ἐούσῃ πρότερον πλω特 表示“在这座先前并不漂浮的岛上”,是一个带介词 ἐν 的与格短语,分词 ἐούσῃ 与与格名词 νήσῳ 一致。插入的关系从句中的与格代词 οἱ 指代勒托(属领与格或利害与格)。
  3. 2.156.6ἥρπασε τὸ ἐγὼ φράσω — 带冠词的短语 τὸ ἐγὼ φράσω(我将要说明的事情)是动词 ἥρπασε(夺取、采用)的直接宾语。它指代赫罗多德在后文中即将述说的神话内容,即“将阿耳忒弥斯视作德墨忒尔的女儿”。

引用这一段

希罗多德, 历史 §2.156.1-2.156.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.156.1-2.156.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。