Humanitext Reader

希罗多德 · 历史 §2.15.1-2.15.3

批判伊奥尼亚人的埃及界说与埃及人的起源

第 231 段,共 1577 段 · 希腊语

内容简介

作者指出,如果接受伊奥尼亚人“仅三角洲是埃及”的地理观,将会产生历史矛盾;并提出自己的观点,即埃及人自古存在,并随着土地的延伸而迁移。

§2.15.1εἰ ὦν βουλόμεθα γνώμῃσι τῇσι Ἰώνων χρᾶσθαι τὰ περὶ Αἴγυπτον, οἳ φασὶ τὸ Δέλτα μοῦνον εἶναι Αἴγυπτον, ἀπὸ Περσέος καλεομένης σκοπιῆς λέγοντες τὸ παρὰ θάλασσαν εἶναι αὐτῆς μέχρι Ταριχηίων τῶν Πηλουσιακῶν, τῇ δὴ τεσσεράκοντα εἰσὶ σχοῖνοι, τὸ δὲ ἀπὸ θαλάσσης λεγόντων ἐς μεσόγαιαν τείνειν αὐτὴν μέχρι Κερκασώρου πόλιος, κατʼ ἣν σχίζεται ὁ Νεῖλος ἔς τε Πηλούσιον ῥέων καὶ ἐς Κάνωβον, τὰ δὲ ἄλλα λεγόντων τῆς Αἰγύπτου τὰ μὲν Λιβύης τὰ δὲ Ἀραβίης εἶναι, ἀποδεικνύοιμεν ἂν τούτῳ τῷ λόγῳ χρεώμενοι Αἰγυπτίοισι οὐκ ἐοῦσαν πρότερον χώρην.
因此,如果我们想要在关于埃及的事情上遵循伊奥尼亚人的意见,他们说只有三角洲才是埃及,声称其沿海部分从所谓的珀耳修斯瞭望台延伸到佩鲁西翁的塔里刻亚,此处的距离正是四十斯科伊诺伊,并说从海岸向内陆它一直延伸到凯尔卡索洛斯城,在彼处尼罗河分流并流向佩鲁西翁和卡诺波斯,还说埃及的其他部分一部分属于利比亚,一部分属于阿拉伯——如果我们采用这一说法,我们就会论证出埃及人以前根本没有土地。
§2.15.2ἤδη γάρ σφι τό γε Δέλτα, ὡς αὐτοὶ λέγουσι Αἰγύπτιοι καὶ ἐμοὶ δοκέει, ἐστὶ κατάρρυτόν τε καὶ νεωστὶ ὡς λόγῳ εἰπεῖν ἀναπεφηνός.
因为正如埃及人自己所说、且在我看来也是如此,他们的三角洲是一片冲积地,可以说只是在最近才显现出来的。
εἰ τοίνυν σφι χώρη γε μηδεμία ὑπῆρχε, τί περιεργάζοντο δοκέοντες πρῶτοι ἀνθρώπων γεγονέναι;
那么,如果起初他们根本没有土地,他们为什么还要劳神地认为自己是人类中最早诞生的人呢?
οὐδὲ ἔδει σφέας ἐς διάπειραν τῶν παιδίων ἰέναι, τίνα γλῶσσαν πρώτην ἀπήσουσι.
他们也根本没有必要对孩子们进行试验,看他们最先会发出什么语言。
§2.15.3ἀλλʼ οὔτε Αἰγυπτίους δοκέω ἅμα τῷ Δέλτα τῷ ὑπὸ Ἰώνων καλεομένῳ γενέσθαι αἰεί τε εἶναι ἐξ οὗ ἀνθρώπων γένος ἐγένετο, προϊούσης δὲ τῆς χώρης πολλοὺς μὲν τοὺς ὑπολειπομένους αὐτῶν γενέσθαι πολλοὺς δὲ τοὺς ὑποκαταβαίνοντας.
但我认为,埃及人并非与被伊奥尼亚人称为三角洲的地方同时诞生,而是自从人类诞生以来就一直存在;随着土地向外延伸,他们中的许多人留在了后方,而许多其他人则向下迁移。
τὸ δʼ ὦν πάλαι αἱ Θῆβαι Αἴγυπτος ἐκαλέετο, τῆς τὸ περίμετρον στάδιοι εἰσὶ εἴκοσι καὶ ἑκατὸν καὶ ἑξακισχίλιοι.
无论如何,古时候底比斯被称为埃及,其周长有六千一百二十斯塔迪翁。

词汇与语法注释

  1. 2.15.1λεγόντων — 属格独立结构(分词 λεγόντων 出现了两次),以伊奥尼亚人(οἳ)为逻辑主语,从先前的主格分词 λέγοντες 发生了句法转变。
  2. 2.15.1οὐκ ἐοῦσαν πρότερον χώρην — 动词 ἀποδεικνύοιμεν 的补充分词,表示“以前根本没有土地”。
  3. 2.15.2ὡς λόγῳ εἰπεῖν — 限制性用法的不定式,表示“可以说”、“言之”的习惯表达。
  4. 2.15.2οὐδὲ ἔδει — 非人称动词 δεῖ 的未完成过去时,表示过去没有必要(带有虚拟语气的色彩):“(虽然实际上做了,但按理说)本不需要去做”。
  5. 2.15.3ἀλλʼ οὔτε Αἰγυπτίους δοκέω ... γενέσθαι αἰεί τε εἶναι — 关联词 οὔτε ... τε 表示强烈的对比和修正(“并非……,而是……”)。以 Αἰγυπτίους 为逻辑主语的宾格不定式结构(γενέσθαι 和 εἶναι)受动词 δοκέω 控制。

引用这一段

希罗多德, 历史 §2.15.1-2.15.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.15.1-2.15.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。