§2.149.1τοῦ δὲ λαβυρίνθου τούτου ἐόντος τοιούτου θῶμα ἔτι μέζον παρέχεται ἡ Μοίριος καλεομένη λίμνη, παρʼ ἣν ὁ λαβύρινθος οὗτος οἰκοδόμηται· τῆς τὸ περίμετρον τῆς περιόδου εἰσὶ στάδιοι ἑξακόσιοι καὶ τρισχίλιοι, σχοίνων ἑξήκοντα ἐόντων, ἴσοι καὶ αὐτῆς Αἰγύπτου τὸ παρὰ θάλασσαν.
While this labyrinth is such as I have said, a still greater wonder is provided by the lake called Moeris, beside which this labyrinth is built; the circumference of its circuit is three thousand six hundred stades, which is sixty schoenes, equal to the coastal line of Egypt itself.
κεῖται δὲ μακρὴ ἡ λίμνη πρὸς βορέην τε καὶ νότον, ἐοῦσα βάθος, τῇ βαθυτάτη αὐτὴ ἑωυτῆς, πεντηκοντόργυιος.
The lake lies stretched lengthwise towards the north and south, and is at its deepest point fifty fathoms deep.
§2.149.2ὅτι δὲ χειροποίητος ἐστὶ καὶ ὀρυκτή, αὐτὴ δηλοῖ· ἐν γὰρ μέσῃ τῇ λίμνῃ μάλιστά κῃ ἑστᾶσι δύο πυραμίδες, τοῦ ὕδατος ὑπερέχουσαι πεντήκοντα ὀργυιὰς ἑκατέρη, καὶ τὸ κατʼ ὕδατος οἰκοδόμηται ἕτερον τοσοῦτον, καὶ ἐπʼ ἀμφοτέρῃσι ἔπεστι κολοσσὸς λίθινος κατήμενος ἐν θρόνῳ.
That it is artificial and dug out, the lake itself shows; for in the very middle of the lake there stand two pyramids, each rising fifty fathoms above the water, and the part built under the water is just as deep, and on each of them there is a stone colossus sitting upon a throne.
§2.149.3οὕτω αἱ μὲν πυραμίδες εἰσὶ ἑκατὸν ὀργυιέων, αἱ δʼ ἑκατὸν ὀργυιαὶ δίκαιαι εἰσὶ στάδιον ἑξάπλεθρον, ἑξαπέδου τε τῆς ὀργυιῆς μετρεομένης καὶ τετραπήχεος, τῶν ποδῶν μὲν τετραπαλαίστων ἐόντων, τοῦ δὲ πήχεος ἑξαπαλαίστου.
Thus the pyramids are one hundred fathoms high, and one hundred fathoms are exactly equal to a stade of six plethra, since the fathom is measured as six feet or four cubits, the foot being four palms and the cubit six palms.
§2.149.4τὸ δὲ ὕδωρ τὸ ἐν τῇ λίμνῃ αὐθιγενὲς μὲν οὐκ ἔστἱ ἄνυδρος γὰρ δὴ δεινῶς ἐστι ἡ ταύτᾐ, ἐκ τοῦ Νείλου δὲ κατὰ διώρυχα ἐσῆκται, καὶ ἓξ μὲν μῆνας ἔσω ῥέει ἐς τὴν λίμνην, ἓξ δὲ μῆνας ἔξω ἐς τὸν Νεῖλον αὖτις· §2.149.5καὶ ἐπεὰν μὲν ἐκρέῃ ἔξω, ἣ δὲ τότε τοὺς ἓξ μῆνας ἐς τὸ βασιλήιον καταβάλλει ἐπʼ ἡμέρην ἑκάστην τάλαντον ἀργυρίου ἐκ τῶν ἰχθύων, ἐπεὰν δὲ ἐσίῃ τὸ ὓδωρ ἐς αὐτήν, εἴκοσι μνέας.
Now the water in the lake is not native to the place, for the region is indeed terribly waterless, but it has been brought from the Nile through a canal, and for six months it flows inward into the lake, and for six months outward into the Nile again; and whenever it flows out, the lake then during the six months pays a talent of silver daily into the royal treasury from the fish, but when the water enters into it, twenty minae.