Humanitext Reader

希罗多德 · 历史 §2.138.1-2.138.4

布巴斯提斯的阿耳忒弥斯神庙构造

第 360 段,共 1577 段 · 希腊语

内容简介

详细描述了布巴斯提斯(阿耳忒弥斯)神庙的结构布局、其因城市垫高而可被俯瞰的景观,以及通往神庙的石铺通道的配置。

§2.138.1τὸ δʼ ἱρὸν αὐτῆς ὧδε ἔχει.
她的神庙情况如下。
πλὴν τῆς ἐσόδου τὸ ἄλλο νῆσος ἐστί· ἐκ γὰρ τοῦ Νείλου διώρυχες ἐσέχουσι οὐ συμμίσγουσαι ἀλλήλῃσι, ἀλλʼ ἄχρι τῆς ἐσόδου τοῦ ἱροῦ ἑκατέρη ἐσέχει, ἣ μὲν τῇ περιρρέουσα ἣ δὲ τῇ, εὖρος ἐοῦσα ἑκατέρη ἑκατὸν ποδῶν, δένδρεσι κατάσκιος.
除了入口之外,其余部分是一座岛屿;因为有两条运河从尼罗河引入,彼此并不相交,而是各自延伸到神庙的入口,一条从这一侧环绕,另一条从那一侧环绕,每条运河宽一百英尺,绿树成荫。
§2.138.2τὰ δὲ προπύλαια ὕψος μὲν δέκα ὀργυιέων ἐστί, τύποισι δὲ ἑξαπήχεσι ἐσκευάδαται ἀξίοισι λόγου.
前门高十寻,装饰着六肘高、值得记述的浮雕像。
ἐὸν δʼ ἐν μέσῃ τῇ πόλι τὸ ἱρὸν κατορᾶται πάντοθεν περιιόντι· ἅτε γὰρ τῆς πόλιος μὲν ἐκκεχωσμένης ὑψοῦ, τοῦ δʼ ἱροῦ οὐ κεκινημένου ὡς ἀρχῆθεν ἐποιήθη, ἔσοπτον ἐστί.
神庙位于城市中央,从四周环顾时可以从各处被俯瞰;因为城市已被垫得很高,而神庙自最初建造以来从未被动过,所以是可以被俯瞰的。
§2.138.3περιθέει δὲ αὐτὸ αἱμασιὴ ἐγγεγλυμμένη τύποισι, ἔστι δὲ ἔσωθεν ἄλσος δενδρέων μεγίστων πεφυτευμένον περὶ νηὸν μέγαν, ἐν τῷ δὴ τὤγαλμα ἔνι· εὖρος δὲ καὶ μῆκος τοῦ ἱροῦ πάντῃ σταδίου ἐστί.
神庙周围环绕着刻有浮雕像的石墙,内部在大殿周围种植着由极高大树木组成的林地,神像正是在这大殿之中;神庙在各个方向上的宽度和长度都是一斯塔迪翁。
§2.138.4κατὰ μὲν δὴ τὴν ἔσοδον ἐστρωμένη ἐστὶ ὁδὸς λίθου ἐπὶ σταδίους τρεῖς μάλιστά κῃ, διὰ τῆς ἀγορῆς φέρουσα ἐς τὸ πρὸς ἠῶ, εὖρος δὲ ὡς τεσσέρων πλέθρων· τῇ δὲ καὶ τῇ τῆς ὁδοῦ δένδρεα οὐρανομήκεα πέφυκε· φέρει δὲ ἐς Ἑρμέω ἱρόν.
在入口处,有一条用石头铺成的道路,延伸约三斯塔迪翁,穿过广场向东延伸,宽度约为四普勒特戎;道路两旁生长着高达天际的树木;这条路通往赫耳墨斯的神庙。
τὸ μὲν δὴ ἱρὸν τοῦτο οὕτω ἔχει.
这座神庙的情况就是这样。

词汇与语法注释

  1. 2.138.1ἣ μὲν τῇ περιρρέουσα ἣ δὲ τῇ — 阴性单数主格代词的分配同格用法,将复数概念的“运河”(διώρυχες,通过 ἑκατέρη 介导)分解为两个不同的流向(“一条在这边,另一条在那边”)。给格的 τῇ 作副词性使用,指示方向(“在这一侧”、“在那一侧”)。
  2. 2.138.2περιιόντι — 动词 περίειμι(环行)的现在分词单数阳性给格。在此用作“视点给格”(dativus iudicantis)或关系给格,表示“对于(在城市周围)环行的人来说(可以被俯瞰)”。
  3. 2.138.2ἅτε γὰρ τῆς πόλιος μὲν ἐκκεχωσμένης ... τοῦ δʼ ἱροῦ οὐ κεκινημένου — 带有因果连词 ἅτε 的属格绝对结构。连词 ἅτε 表示客观事实上的原因(“因为”、“由于”),强调了城市被垫高而神庙保持原位的这一历史和物理事实。

引用这一段

希罗多德, 历史 §2.138.1-2.138.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.138.1-2.138.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。