§2.137.1τοῦτον μὲν τοσαῦτα ἀποδέξασθαι.
据说这位国王展示了这些功绩。
μετὰ δὲ τοῦτον βασιλεῦσαι ἄνδρα τυφλὸν ἐξ Ἀνύσιος πόλιος, τῷ οὔνομα Ἄνυσιν εἶναι.
在他之后,一个来自阿纽西斯城、名叫阿纽西斯的盲人成为了国王。
ἐπὶ τούτου βασιλεύοντος ἐλάσαι ἐπʼ Αἴγυπτον χειρὶ πολλῇ Αἰθίοπάς τε καὶ Σαβακῶν τὸν Αἰθιόπων βασιλέα.
在此人统治期间,埃塞俄比亚人以及埃塞俄比亚国王萨巴科斯率领大军入侵了埃及。
§2.137.2τὸν μὲν δὴ τυφλὸν τοῦτον οἴχεσθαι φεύγοντα ἐς τὰ ἕλεα, τὸν δὲ Αἰθίοπα βασιλεύειν Αἰγύπτου ἐπʼ ἔτεα πεντήκοντα, ἐν τοῖσι αὐτὸν τάδε ἀποδέξασθαι· §2.137.3ὅκως τῶν τις Αἰγυπτίων ἁμάρτοι τι, κτείνειν μὲν αὐτῶν οὐδένα ἐθέλειν, τὸν δὲ κατὰ μέγαθος τοῦ ἀδικήματος ἑκάστῳ δικάζειν ἐπιτάσσοντα χώματα χοῦν πρὸς τῇ ἑωυτῶν πόλι, ὅθεν ἕκαστος ἦν τῶν ἀδικεόντων.
这位盲人国王便逃往沼泽地避难,而埃塞俄比亚人则统治了埃及五十年,在此期间他展示了如下的作为:每当有埃及人犯罪时,他不愿将其中任何一人处死,而是根据其罪行的大小对每个人进行判决,命令他们到各自所属的城市旁去修筑堤防。
καὶ οὕτω ἔτι αἱ πόλιες ἐγένοντο ὑψηλότεραι· §2.137.4τὸ μὲν γὰρ πρῶτον ἐχώσθησαν ὑπὸ τῶν τὰς διώρυχας ὀρυξάντων ἐπὶ Σεσώστριος βασιλέος, δεύτερα δὲ ἐπὶ τοῦ Αἰθίοπος καὶ κάρτα ὑψηλαὶ ἐγένοντο.
因此,这些城市变得更高了;因为起初在塞索斯特里斯国王执政时,这些城市已被开挖运河的人们垫高过一次,第二次则是在这位埃塞俄比亚人统治时,它们变得非常高了。
§2.137.5ὑψηλέων δὲ καὶ ἑτερέων γενομενέων ἐν τῇ Αἰγύπτῳ πολίων, ὡς ἐμοὶ δοκέει, μάλιστα ἡ ἐν Βουβάστιπόλις ἐξεχώσθη, ἐν τῇ καὶ ἱρόν ἐστι Βουβάστιος ἀξιαπηγητότατον· μέζω μὲν γὰρ ἄλλα καὶ πολυδαπανώτερα ἐστὶ ἱρά, ἡδονὴ δὲ ἰδέσθαι οὐδὲν τούτου μᾶλλον.
尽管埃及的其他城市也变高了,但在我看来,布巴斯提斯城的堤防被垫得最高,城中有一座非常值得记述的布巴斯提斯女神庙;因为虽然有其他更大、造价更昂贵的神庙,但在观赏的愉悦感上,没有一座能比得上这座。
ἡ δὲ Βούβαστις κατὰ Ἑλλάδα γλῶσσαν ἐστὶ Ἄρτεμις.
顺便提一下,布巴斯提斯用希腊语写就是阿耳忒弥斯。