§2.138.1τὸ δʼ ἱρὸν αὐτῆς ὧδε ἔχει.
Her temple is situated in this way.
πλὴν τῆς ἐσόδου τὸ ἄλλο νῆσος ἐστί· ἐκ γὰρ τοῦ Νείλου διώρυχες ἐσέχουσι οὐ συμμίσγουσαι ἀλλήλῃσι, ἀλλʼ ἄχρι τῆς ἐσόδου τοῦ ἱροῦ ἑκατέρη ἐσέχει, ἣ μὲν τῇ περιρρέουσα ἣ δὲ τῇ, εὖρος ἐοῦσα ἑκατέρη ἑκατὸν ποδῶν, δένδρεσι κατάσκιος.
Except for the entrance, the rest is an island; for two canals run in from the Nile, not mingling with each other, but each runs as far as the entrance of the temple, the one flowing around on this side and the other on that, each being a hundred feet in width and shaded with trees.
§2.138.2τὰ δὲ προπύλαια ὕψος μὲν δέκα ὀργυιέων ἐστί, τύποισι δὲ ἑξαπήχεσι ἐσκευάδαται ἀξίοισι λόγου.
The gateway is ten fathoms in height, and is adorned with relief-figures of six cubits worthy of mention.
ἐὸν δʼ ἐν μέσῃ τῇ πόλι τὸ ἱρὸν κατορᾶται πάντοθεν περιιόντι· ἅτε γὰρ τῆς πόλιος μὲν ἐκκεχωσμένης ὑψοῦ, τοῦ δʼ ἱροῦ οὐ κεκινημένου ὡς ἀρχῆθεν ἐποιήθη, ἔσοπτον ἐστί.
The temple, being in the middle of the city, is looked down upon from all sides by anyone walking around; for since the city has been raised up high, while the temple has not been moved from how it was originally built, it is visible from above.
§2.138.3περιθέει δὲ αὐτὸ αἱμασιὴ ἐγγεγλυμμένη τύποισι, ἔστι δὲ ἔσωθεν ἄλσος δενδρέων μεγίστων πεφυτευμένον περὶ νηὸν μέγαν, ἐν τῷ δὴ τὤγαλμα ἔνι· εὖρος δὲ καὶ μῆκος τοῦ ἱροῦ πάντῃ σταδίου ἐστί.
A stone wall engraved with figures runs around it, and inside there is a grove of very tall trees planted around a great shrine, in which indeed the image stands; and the width and length of the temple enclosure is a stade in every direction.
§2.138.4κατὰ μὲν δὴ τὴν ἔσοδον ἐστρωμένη ἐστὶ ὁδὸς λίθου ἐπὶ σταδίους τρεῖς μάλιστά κῃ, διὰ τῆς ἀγορῆς φέρουσα ἐς τὸ πρὸς ἠῶ, εὖρος δὲ ὡς τεσσέρων πλέθρων· τῇ δὲ καὶ τῇ τῆς ὁδοῦ δένδρεα οὐρανομήκεα πέφυκε· φέρει δὲ ἐς Ἑρμέω ἱρόν.
By the entrance, a road of stone is paved for about three stades, leading through the marketplace toward the east, and its width is about four plethra; on this side and on that of the road grow trees as high as heaven, and it leads to the temple of Hermes.
τὸ μὲν δὴ ἱρὸν τοῦτο οὕτω ἔχει.
This temple, then, is thus situated.