§2.137.1τοῦτον μὲν τοσαῦτα ἀποδέξασθαι.
この王はこれだけの事績を示したという。
μετὰ δὲ τοῦτον βασιλεῦσαι ἄνδρα τυφλὸν ἐξ Ἀνύσιος πόλιος, τῷ οὔνομα Ἄνυσιν εἶναι.
彼の後には、アニュシスという都市出身の、アニュシスという名の盲目の男が王になったという。
ἐπὶ τούτου βασιλεύοντος ἐλάσαι ἐπʼ Αἴγυπτον χειρὶ πολλῇ Αἰθίοπάς τε καὶ Σαβακῶν τὸν Αἰθιόπων βασιλέα.
この者が王として支配していた時、エチオピア人たち、およびエチオピア人の王サバコスが大軍を率いてエジプトへ攻め入ったという。
§2.137.2τὸν μὲν δὴ τυφλὸν τοῦτον οἴχεσθαι φεύγοντα ἐς τὰ ἕλεα, τὸν δὲ Αἰθίοπα βασιλεύειν Αἰγύπτου ἐπʼ ἔτεα πεντήκοντα, ἐν τοῖσι αὐτὸν τάδε ἀποδέξασθαι·
この盲目の王は湿地帯へと逃げ去り、エチオピア人が50年間にわたってエジプトを支配したという。 その期間中に、彼自身は次のような事績を示したという。
§2.137.3ὅκως τῶν τις Αἰγυπτίων ἁμάρτοι τι, κτείνειν μὲν αὐτῶν οὐδένα ἐθέλειν, τὸν δὲ κατὰ μέγαθος τοῦ ἀδικήματος ἑκάστῳ δικάζειν ἐπιτάσσοντα χώματα χοῦν πρὸς τῇ ἑωυτῶν πόλι, ὅθεν ἕκαστος ἦν τῶν ἀδικεόντων.
エジプト人の誰かが何か罪を犯したときはいつでも、彼は彼らの誰をも死刑に処しようとはせず、それぞれの罪の大きさに応じて各々に判決を下し、犯罪者のそれぞれが属する自らの都市の近くに土手を築くように命じたという。
καὶ οὕτω ἔτι αἱ πόλιες ἐγένοντο ὑψηλότεραι·
そして、このようにして都市はさらに高くなった。
§2.137.4τὸ μὲν γὰρ πρῶτον ἐχώσθησαν ὑπὸ τῶν τὰς διώρυχας ὀρυξάντων ἐπὶ Σεσώστριος βασιλέος, δεύτερα δὲ ἐπὶ τοῦ Αἰθίοπος καὶ κάρτα ὑψηλαὶ ἐγένοντο.
というのも、最初はセソストリス王の治世に運河を掘った人々によって土地が盛られ、二度目にはこのエチオピア人の治世に盛られて、極めて高くなったからである。
§2.137.5ὑψηλέων δὲ καὶ ἑτερέων γενομενέων ἐν τῇ Αἰγύπτῳ πολίων, ὡς ἐμοὶ δοκέει, μάλιστα ἡ ἐν Βουβάστιπόλις ἐξεχώσθη, ἐν τῇ καὶ ἱρόν ἐστι Βουβάστιος ἀξιαπηγητότατον·
エジプトの他の都市も高くなったが、私の見るところ、とりわけブバスティス市が最も高く土を盛られた。 そこには特筆に値するブバステスの神殿もある。
μέζω μὲν γὰρ ἄλλα καὶ πολυδαπανώτερα ἐστὶ ἱρά, ἡδονὴ δὲ ἰδέσθαι οὐδὲν τούτου μᾶλλον.
というのも、これより大きくて費用のかかった神殿は他にもあるが、見るに楽しいという点では、これに勝るものは何もないからである。
ἡ δὲ Βούβαστις κατὰ Ἑλλάδα γλῶσσαν ἐστὶ Ἄρτεμις.
なお、ブバステスはギリシア語ではアルテミスである。