§2.136.1Ῥοδώπιος μέν νυν πέρι πέπαυμαι.
关于罗多庇斯,我就谈到这里。
μετὰ δὲ Μυκερῖνον γενέσθαι Αἰγύπτου βασιλέα ἔλεγον οἱ ἱρέες Ἄσυχιν, τὸν τὰ πρὸς ἥλιον ἀνίσχοντα ποιῆσαι τῷ Ἡφαίστῳ προπύλαια, ἐόντα πολλῷ τε κάλλιστα καὶ πολλῷ μέγιστα· ἔχει μὲν γὰρ καὶ τὰ πάντα προπύλαια τύπους τε ἐγγεγλυμμένους καὶ ἄλλην ὄψιν οἰκοδομημάτων μυρίην, ἐκεῖνα δὲ καὶ μακρῷ μάλιστα.
祭司们说,在迈克里努斯之后,阿绪基斯成为了埃及的国王,他为赫菲斯托斯建造了朝向日出方向(东面)的前门,这一前门比其他的都要美观得多,也要宏伟得多;因为实际上所有的前门都刻有浮雕,并具有无数其他建筑上的美观,但那个前门却远远最甚。
§2.136.2ἐπὶ τούτου βασιλεύοντος ἔλεγον, ἀμιξίης ἐούσης πολλῆς χρημάτων, γενέσθαι νόμον Αἰγυπτίοισι, ἀποδεικνύντα ἐνέχυρον τοῦ πατρὸς τὸν νέκυν οὕτω λαμβάνειν τὸ χρέος· προστεθῆναι δὲ ἔτι τούτῳ τῷ νόμῳ τόνδε, τὸν διδόντα τὸ χρέος καὶ ἁπάσης κρατέειν τῆς τοῦ λαμβάνοντος θήκης, τῷ δὲ ὑποτιθέντι τοῦτο τὸ ἐνέχυρον τήνδε ἐπεῖναι ζημίην μὴ βουλομένῳ ἀποδοῦναι τὸ χρέος, μήτε αὐτῷ ἐκείνῳ τελευτήσαντι εἶναι ταφῆς κυρῆσαι μήτʼ ἐν ἐκείνῳ τῷ πατρωίῳ τάφῳ μήτʼ ἐν ἄλλῳ μηδενί, μήτε ἄλλον μηδένα τῶν ἑωυτοῦ ἀπογενόμενον θάψαι.
在此人统治期间,据他们说,由于资金流通极度困难,埃及人中便产生了一条法律,规定借债者必须将父亲的遗体作为抵押才能获得贷款;并且在这条法律中还另外附加了如下规定:贷方还拥有支配借方整个家族墓地的权力,而对于提供此抵押物却不愿偿还债务的人,将受到如下惩罚:他本人死后既不能在先祖的墓穴中,也不能在任何其他墓穴中获得葬礼,也不能埋葬任何在他之后死去的子嗣。
§2.136.3ὑπερβαλέσθαι δὲ βουλόμενον τοῦτον τὸν βασιλέα τοὺς πρότερον ἑωυτοῦ βασιλέας γενομένους Αἰγύπτου μνημόσυνον πυραμίδα λιπέσθαι ἐκ πλίνθων ποιήσαντα, ἐν τῇ γράμματα ἐν λίθῳ ἐγκεκολαμμένα τάδε λέγοντα ἐστί. §2.136.4μή με κατονοσθῇς πρὸς τὰς λιθίνας πυραμίδας· προέχω γὰρ αὐτέων τοσοῦτον ὅσον ὁ Ζεὺς τῶν ἄλλων θεῶν.
这位国王想要超越在他之前统治埃及的历代先王,于是制作了一座砖造的金字塔作为纪念物遗留下来,塔上刻在石头里的文字这样写道: “勿将我与石造的金字塔相比而轻视我;因为我超越它们,正如宙斯超越其他神明一样。
κοντῷ γὰρ ὑποτύπτοντες ἐς λίμνην, ὅ τι πρόσσχοιτο τοῦ πηλοῦ τῷ κοντῷ, τοῦτο συλλέγοντες πλίνθους εἴρυσαν καί με τρόπῳ τοιούτῳ ἐξεποίησαν.
因为人们用长竿插进湖里,将粘在竿上的泥土收集起来,制成砖块,并以这种方式建造了我。 ”