§2.136.1Ῥοδώπιος μέν νυν πέρι πέπαυμαι.
About Rhodopis, then, I have now finished speaking.
μετὰ δὲ Μυκερῖνον γενέσθαι Αἰγύπτου βασιλέα ἔλεγον οἱ ἱρέες Ἄσυχιν, τὸν τὰ πρὸς ἥλιον ἀνίσχοντα ποιῆσαι τῷ Ἡφαίστῳ προπύλαια, ἐόντα πολλῷ τε κάλλιστα καὶ πολλῷ μέγιστα·
After Mycerinus, the priests said, Asychis became king of Egypt, who built the gateway for Hephaestus facing the rising sun, which is by far the most beautiful and by far the largest.
ἔχει μὲν γὰρ καὶ τὰ πάντα προπύλαια τύπους τε ἐγγεγλυμμένους καὶ ἄλλην ὄψιν οἰκοδομημάτων μυρίην, ἐκεῖνα δὲ καὶ μακρῷ μάλιστα.
For indeed all the gateways have carved reliefs and countless other architectural beauties, but those have them by far the most.
§2.136.2ἐπὶ τούτου βασιλεύοντος ἔλεγον, ἀμιξίης ἐούσης πολλῆς χρημάτων, γενέσθαι νόμον Αἰγυπτίοισι, ἀποδεικνύντα ἐνέχυρον τοῦ πατρὸς τὸν νέκυν οὕτω λαμβάνειν τὸ χρέος· προστεθῆναι δὲ ἔτι τούτῳ τῷ νόμῳ τόνδε, τὸν διδόντα τὸ χρέος καὶ ἁπάσης κρατέειν τῆς τοῦ λαμβάνοντος θήκης, τῷ δὲ ὑποτιθέντι τοῦτο τὸ ἐνέχυρον τήνδε ἐπεῖναι ζημίην μὴ βουλομένῳ ἀποδοῦναι τὸ χρέος, μήτε αὐτῷ ἐκείνῳ τελευτήσαντι εἶναι ταφῆς κυρῆσαι μήτʼ ἐν ἐκείνῳ τῷ πατρωίῳ τάφῳ μήτʼ ἐν ἄλλῳ μηδενί, μήτε ἄλλον μηδένα τῶν ἑωυτοῦ ἀπογενόμενον θάψαι.
During his reign, they said, as there was a great stagnation of money, a law was made for the Egyptians, that one could obtain a loan only by giving his father's body as security; and to this law another was added: that the lender should also have power over the entire family tomb of the borrower, and that for the one who pledged this security, if he refused to repay the loan, the following penalty was imposed: that he himself when he died should not obtain burial either in that family tomb or in any other, nor could he bury any of his own descendants who died after him.
§2.136.3ὑπερβαλέσθαι δὲ βουλόμενον τοῦτον τὸν βασιλέα τοὺς πρότερον ἑωυτοῦ βασιλέας γενομένους Αἰγύπτου μνημόσυνον πυραμίδα λιπέσθαι ἐκ πλίνθων ποιήσαντα, ἐν τῇ γράμματα ἐν λίθῳ ἐγκεκολαμμένα τάδε λέγοντα ἐστί. §2.136.4μή με κατονοσθῇς πρὸς τὰς λιθίνας πυραμίδας· προέχω γὰρ αὐτέων τοσοῦτον ὅσον ὁ Ζεὺς τῶν ἄλλων θεῶν.
Desiring to surpass the kings of Egypt who had ruled before him, this king left a pyramid as a memorial, having had it made of bricks, on which there are characters carved in stone, which say as follows: "Do not look down upon me in comparison with the pyramids of stone; for I surpass them as much as Zeus surpasses the other gods.
κοντῷ γὰρ ὑποτύπτοντες ἐς λίμνην, ὅ τι πρόσσχοιτο τοῦ πηλοῦ τῷ κοντῷ, τοῦτο συλλέγοντες πλίνθους εἴρυσαν καί με τρόπῳ τοιούτῳ ἐξεποίησαν.
For they struck into a lake with poles, and collecting whatever mud clung to the pole, they molded bricks and built me in such a manner."