§2.134.1πυραμίδα δὲ οὗτος ἀπελίπετο πολλὸν ἐλάσσω τοῦ πατρός, εἴκοσι ποδῶν καταδέουσαν κῶλον ἕκαστον τριῶν πλέθρων, ἐούσης τετραγώνου, λίθου δὲ ἐς τὸ ἥμισυ Αἰθιοπικοῦ·
这位国王留下了一座比他父亲的小得多的金字塔。 它是正方形的,每边长三普勒特隆,少二十英尺,且其高度的一半是用埃塞俄比亚石建造的。
τὴν δὴ μετεξέτεροι φασὶ Ἑλλήνων Ῥοδώπιος ἑταίρης γυναικὸς εἶναι, οὐκ ὀρθῶς λέγοντες.
对于这座金字塔,一些希腊人说是属于女名妓罗多庇斯的,但他们的说法是不正确的。
§2.134.2οὐδὲ ὦν οὐδὲ εἰδότες μοι φαίνονται λέγειν οὗτοι ἥτις ἦν ἡ Ῥοδῶπις· οὐ γὰρ ἄν οἱ πυραμίδα ἀνέθεσαν ποιήσασθαι τοιαύτην, ἐς τὴν ταλάντων χιλιάδες ἀναρίθμητοι ὡς λόγῳ εἰπεῖν ἀναισίμωνται·
在我看来,这些人似乎根本不知道罗多庇斯是谁;因为如果她是建造者,他们绝不会将建造这样一座金字塔归功于她,为了建造它,可以说是耗费了无数成千上万个塔兰同。
πρὸς δὲ ὅτι κατὰ Ἄμασιν βασιλεύοντα ἦν ἀκμάζουσα Ῥοδῶπις, ἀλλʼ οὐ κατὰ τοῦτον.
此外,罗多庇斯是在阿玛西斯统治时期达到鼎盛的,而不是在这位国王的时代。
§2.134.3ἔτεσι γὰρ κάρτα πολλοῖσι ὕστερον τούτων τῶν βασιλέων τῶν τὰς πυραμίδας ταύτας ἦν λιπομένων Ῥοδῶπις, γενεὴν μὲν ἀπὸ Θρηίκης, δούλη δὲ ἦν Ἰάδμονος τοῦ Ἡφαιστοπόλιος ἀνδρὸς Σαμίου, σύνδουλος δὲ Αἰσώπου τοῦ λογοποιοῦ.
因为罗多庇斯生活的年代,比留下这些金字塔的国王们要晚极多年;她出身于色雷斯,是萨摩斯人、赫斐斯托波利斯之子伊阿德蒙的奴隶,并且与故事家伊索是同伴奴隶。
καὶ γὰρ οὗτος Ἰάδμονος ἐγένετο, ὡς διέδεξε τῇδε οὐκ ἥκιστα· §2.134.4ἐπείτε γὰρ πολλάκις κηρυσσόντων Δελφῶν ἐκ θεοπροπίου ὃς βούλοιτο ποινὴν τῆς Αἰσώπου ψυχῆς ἀνελέσθαι, ἄλλος μὲν οὐδεὶς ἐφάνη, Ἰάδμονος δὲ παιδὸς παῖς ἄλλος Ἰάδμων ἀνείλετο.
事实上,伊索也是属于伊阿德蒙的,这一点尤其通过以下这件事得到了最清楚的证明:当德尔斐人根据神谕屡次发布告示,问是否有谁愿意领受因伊索之死而获得的赔偿金时,没有其他任何人出现,唯有伊阿德蒙的孙子,也就是另一个伊阿德蒙,领受了这笔赔偿。
οὕτω καὶ Αἴσωπος Ἰάδμονος ἐγένετο.
由此可见,伊索也是属于伊阿德蒙的。