§2.132.1ἡ δὲ βοῦς τὰ μὲν ἄλλα κατακέκρυπται φοινικέῳ εἵματι, τὸν αὐχένα δὲ καὶ τὴν κεφαλὴν φαίνει κεχρυσωμένα παχέι κάρτα χρυσῷ· μεταξὺ δὲ τῶν κερέων ὁ τοῦ ἡλίου κύκλος μεμιμημένος ἔπεστι χρύσεος.
至于这头母牛,它的其余部分被一件紫红色的衣袍所覆盖,但露出的颈部和头部则镀着极厚的一层金;在两角之间,有一个代表太阳的金质圆盘。
§2.132.2ἔστι δὲ ἡ βοῦς οὐκ ὀρθὴ ἀλλʼ ἐν γούνασι κειμένη, μέγαθος δὲ ὅση περ μεγάλη βοῦς ζωή.
这头母牛并非直立,而是屈膝跪着,其大小恰如一头活生生的大母牛。
ἐκφέρεται δὲ ἐκ τοῦ οἰκήματος ἀνὰ πάντα ἔτεα, ἐπεὰν τύπτωνται Αἰγύπτιοι τὸν οὐκ ὀνομαζόμενον θεὸν ὑπʼ ἐμεῦ ἐπὶ τοιούτῳ πρήγματι· §2.132.3τότε ὦν καὶ τὴν βοῦν ἐκφέρουσι ἐς τὸ φῶς·
每年,当埃及人在那样的仪式上为那位不被我提及名字的神而捶胸哀悼时,它就会被从房间里抬出来;正是因为这个缘故,在那时他们也将这头母牛抬到光亮之下。
φασὶ γὰρ αὐτὴν δεηθῆναι τοῦ πατρὸς Μυκερίνου ἀποθνήσκουσαν ἐν τῷ ἐνιαυτῷ ἅπαξ μιν τὸν ἥλιον κατιδεῖν.
因为据说,她在临终时曾请求她的父亲迈克里努斯,让她每年能看一次太阳。