§2.125.1ἐποιήθη δὲ ὧδε αὕτη ἡ πυραμίς· ἀναβαθμῶν τρόπον, τὰς μετεξέτεροι κρόσσας οἳ δὲ βωμίδας ὀνομάζουσι,
这座金字塔是按如下方式建造的:采用阶梯的形式,有些人称这些阶梯为“克罗萨”,另一些人则称之为“波米德”。
§2.125.2τοιαύτην τὸ πρῶτον ἐπείτε ἐποίησαν αὐτήν, ἤειρον τοὺς ἐπιλοίπους λίθους μηχανῇσι ξύλων βραχέων πεποιημένῃσι, χαμᾶθεν μὲν ἐπὶ τὸν πρῶτον στοῖχον τῶν ἀναβαθμῶν ἀείροντες·
当他们最初将其建成这种形状时,他们用短木制成的起重机械抬起其余的石块,首先将它们从地面抬到阶梯的第一层。
§2.125.3ὅκως δὲ ἀνίοι ὁ λίθος ἐπʼ αὐτόν, ἐς ἑτέρην μηχανὴν ἐτίθετο ἑστεῶσαν ἐπὶ τοῦ πρώτου στοίχου, ἀπὸ τούτου δὲ ἐπὶ τὸν δεύτερον εἵλκετο στοῖχον ἐπʼ ἄλλης μηχανῆς·
每当石块升到这一层时,它就会被放置在安置在第一层上的另一台机器上,并从那里通过又一台机器被拖到第二层。
§2.125.4ὅσοι γὰρ δὴ στοῖχοι ἦσαν τῶν ἀναβαθμῶν, τοσαῦται καὶ μηχαναὶ ἦσαν, εἴτε καὶ τὴν αὐτὴν μηχανὴν ἐοῦσαν μίαν τε καὶ εὐβάστακτον μετεφόρεον ἐπὶ στοῖχον ἕκαστον, ὅκως τὸν λίθον ἐξέλοιεν·
因为,阶梯有多少层,实际上就有多少台机器;或者,他们也许是将同一台轻便易携的机器在每次取出石块时移动到每一层。
λελέχθω γὰρ ἡμῖν ἐπʼ ἀμφότερα, κατά περ λέγεται.
这两种说法既然都有人提出,就让我们把它们都记录下来。
§2.125.5ἐξεποιήθη δʼ ὦν τὰ ἀνώτατα αὐτῆς πρῶτα, μετὰ δὲ τὰ ἐχόμενα τούτων ἐξεποίευν, τελευταῖα δὲ αὐτῆς τὰ ἐπίγαια καὶ τὰ κατωτάτω ἐξεποίησαν.
总之,金字塔的最顶部最先被完工,接着他们完工了与此相邻的紧接其下的部分,最后才完工了接触地面以及最底部的部分。
§2.125.6σεσήμανται δὲ διὰ γραμμάτων Αἰγυπτίων ἐν τῇ πυραμίδι ὅσα ἔς τε συρμαίην καὶ κρόμμυα καὶ σκόροδα ἀναισιμώθη τοῖσι ἐργαζομένοισι· καὶ ὡς ἐμὲ εὖ μεμνῆσθαι τὰ ὁ ἑρμηνεύς μοι ἐπιλεγόμενος τὰ γράμματα ἔφη, ἑξακόσια καὶ χίλια τάλαντα ἀργυρίου τετελέσθαι.
此外,金字塔上还用埃及文字记载了为工人们购买萝卜、洋葱和大蒜一共花费了多少钱;据我清楚地记得翻译员在为我解读这些文字时所说,一共花费了1600银塔兰特。
§2.125.7εἰ δʼ ἔστι οὕτω ἔχοντα ταῦτα, κόσα οἰκὸς ἄλλα δεδαπανῆσθαι ἐστὶ ἔς τε σίδηρον τῷ ἐργάζοντο καὶ σιτία καὶ ἐσθῆτα τοῖσι ἐργαζομένοισι, ὁκότε χρόνον μὲν οἰκοδόμεον τὰ ἔργα τὸν εἰρημένον, ἄλλον δέ, ὡς ἐγὼ δοκέω, ἐν τῷ τοὺς λίθους ἔταμνον καὶ ἦγον καὶ τὸ ὑπὸ γῆν ὄρυγμα ἐργάζοντο, οὐκ ὀλίγον χρόνον.
如果情况确实如此,那么为了他们工作所用的铁器,以及工人们的食物和衣服,还应该另外支出多少费用呢? 因为他们不仅在上述的时间内进行建造工程,而且依我之见,在他们开采、运输石块以及建造地下掘土工程时,还度过了另一段为数不短的时间。