§2.123.1τοῖσι μέν νυν ὑπʼ Αἰγυπτίων λεγομένοισι χράσθω ὅτεῳ τὰ τοιαῦτα πιθανά ἐστι· ἐμοὶ δὲ παρὰ πάντα τὸν λόγον ὑπόκειται ὅτι τὰ λεγόμενα ὑπʼ ἑκάστων ἀκοῇ γράφω.
现在,至于埃及人所说的这些话,谁觉得这些事可信,就让谁去相信好了;但对我来说,贯穿我整部历史的原则是,我只是把各民族所说的话照我听到的原样记录下来。
ἀρχηγετέειν δὲ τῶν κάτω Αἰγύπτιοι λέγουσι Δήμητρα καὶ Διόνυσον.
埃及人还说,德墨忒尔和迪奥尼索斯是阴间的统治者。
§2.123.2πρῶτοι δὲ καὶ τόνδε τὸν λόγον Αἰγύπτιοι εἰσὶ οἱ εἰπόντες, ὡς ἀνθρώπου ψυχὴ ἀθάνατος ἐστί, τοῦ σώματος δὲ καταφθίνοντος ἐς ἄλλο ζῷον αἰεὶ γινόμενον ἐσδύεται, ἐπεὰν δὲ πάντα περιέλθῃ τὰ χερσαῖα καὶ τὰ θαλάσσια καὶ τὰ πετεινά, αὖτις ἐς ἀνθρώπου σῶμα γινόμενον ἐσδύνει·
此外,埃及人也是最早提出以下这一学说的人:人类的灵魂是不朽的,在肉体消亡时,它会进入另一个当时降生的生物体内;当它遍历了陆地、海洋和天空中的一切生物之后,又会重新进入一个正在诞生的人类肉体。
τὴν περιήλυσιν δὲ αὐτῇ γίνεσθαι ἐν τρισχιλίοισι ἔτεσι.
而且,灵魂的这一循环过程是在三千年之内完成的。
§2.123.3τούτῳ τῷ λόγῳ εἰσὶ οἳ Ἑλλήνων ἐχρήσαντο, οἳ μὲν πρότερον οἳ δὲ ὕστερον, ὡς ἰδίῳ ἑωυτῶν ἐόντι·
在希腊人中,有人采用了这一学说,有的人在先,有的人在后,视其为自己独创的观点。
τῶν ἐγὼ εἰδὼς τὰ οὐνόματα οὐ γράφω.
我虽然知道他们的名字,但在这里不予写下。