Humanitext Reader

希罗多德 · 历史 §2.122.1-2.122.3

蓝普西尼托斯游冥界与埃及祭礼的传说

第 344 段,共 1577 段 · 希腊语

内容简介

文中记述了蓝普西尼托斯国王下到阴间与德墨忒尔玩骰子的传说,以及与之相关的埃及节日和被蒙上眼睛的祭司由狼引导的奇特仪式。

§2.122.1μετὰ δὲ ταῦτα ἔλεγον τοῦτον τὸν βασιλέα ζωὸν καταβῆναι κάτω ἐς τὸν οἱ Ἕλληνες Ἅιδην νομίζουσι εἶναι, καὶ κεῖθι συγκυβεύειν τῇ Δήμητρι, καὶ τὰ μὲν νικᾶν αὐτὴν τὰ δὲ ἑσσοῦσθαι ὑπʼ αὐτῆς, καί μιν πάλιν ἀπικέσθαι δῶρον ἔχοντα παρʼ αὐτῆς χειρόμακτρον χρύσεον.
此后,他们说这位国王活着走下了希腊人认为是哈迪斯阴间的地方,并在那里与德墨忒尔玩骰子,有时赢了她,有时又输给她,最后带回了她赠送的一块黄金手巾。
§2.122.2ἀπὸ δὲ τῆς Ῥαμψινίτου καταβάσιος, ὡς πάλιν ἀπίκετο, ὁρτὴν δὴ ἀνάγειν Αἰγυπτίους ἔφασαν·
他们说,自从蓝普西尼托斯下到阴间并返回之后,埃及人就开始举行一个节日。
τὴν καὶ ἐγὼ οἶδα ἔτι καὶ ἐς ἐμὲ ἐπιτελέοντας αὐτούς, οὐ μέντοι εἴ γε διὰ ταῦτα ὁρτάζουσι ἔχω λέγειν.
这个节日我知道他们直到我的时代还在举行,但他们是否确实是因为这些事而庆祝这个节日,我却无法说明。
§2.122.3φᾶρος δὲ αὐτημερὸν ἐξυφήναντες οἱ ἱρέες κατʼ ὦν ἔδησαν ἑνὸς ἑωυτῶν μίτρῃ τοὺς ὀφθαλμούς, ἀγαγόντες δέ μιν ἔχοντα τὸ φᾶρος ἐς ὁδὸν φέρουσαν ἐς ἱρὸν Δήμητρος αὐτοὶ ἀπαλλάσσονται ὀπίσω·
在同一天,祭司们织好一件斗篷,然后用头带蒙住他们其中一人的眼睛,把它带到通往德墨忒尔神庙的路上,让他穿着那件斗篷,然后他们自己便退了回来。
τὸν δὲ ἱρέα τοῦτον καταδεδεμένον τοὺς ὀφθαλμοὺς λέγουσι ὑπὸ δύο λύκων ἄγεσθαι ἐς τὸ ἱρὸν τῆς Δήμητρος ἀπέχον τῆς πόλιος εἴκοσι σταδίους, καὶ αὖτις ὀπίσω ἐκ τοῦ ἱροῦ ἀπάγειν μιν τοὺς λύκους ἐς τὠυτὸ χωρίον.
而这位被蒙住双眼的祭司,据人们说,是由两只狼引导着前往距离城市二十斯塔德的德墨忒尔神庙,随后,狼又将他从神庙带回到原来的地方。

词汇与语法注释

  1. §2.122.1τὸν — 根据伊奥尼亚方言的习惯,此处使用冠词形式 `τὸν` 代替关系代名词 `ὅν`,其先行词为省略的“地方”(如 `τόπον`)。
  2. §2.122.3κατʼ ὦν ἔδησαν — 复合动词 `καταδέω` 的割裂(tmesis)现象,介词(前缀)`κατά` 与动词本体 `ἔδησαν`(`δέω` 的不定过去时)之间插入了伊奥尼亚方言的小品词 `ὦν`(= `οὖν`)。
  3. §2.122.3ἀπάγειν μιν τοὺς λύκους — 受传闻动词 `λέγουσι` 引导的带宾格不定式结构。与前一句中的被动语态 `ἄγεσθαι` 不同,此处使用了主动语态不定式 `ἀπάγειν`,其逻辑主语为宾格的 `τοὺς λύκους`(狼群),宾语为宾格的 `μιν`(= `αὐτόν`,指祭司)。

引用这一段

希罗多德, 历史 §2.122.1-2.122.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.122.1-2.122.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。