§2.121F.1ὡς δὲ καὶ ταῦτα ἐς τὸν βασιλέα ἀνηνείχθη, ἐκπεπλῆχθαι μὲν ἐπὶ τῇ πολυφροσύνῃ τε καὶ τόλμῃ τοῦ ἀνθρώπου, τέλος δὲ διανέμοντα ἐς πάσας τὰς πόλις ἐπαγγέλλεσθαι ἀδείην τε διδόντα καὶ μεγάλα ὑποδεκόμενον ἐλθόντι ἐς ὄψιν τὴν ἑωυτοῦ.
当这也向国王报告后,他被这男子的机智与胆量深深震惊。 最后,他向所有的城市发出布告,宣布如果那人愿意出来相见,将予以赦免并许以重赏。
§2.121F.2τὸν δὲ φῶρα πιστεύσαντα ἐλθεῖν πρὸς αὐτόν, Ῥαμψίνιτον δὲ μεγάλως θωμάσαι, καί οἱ τὴν θυγατέρα ταύτην συνοικίσαι ὡς πλεῖστα ἐπισταμένῳ ἀνθρώπων.
盗贼信以为真,便来到国王面前;蓝普西尼托斯对他大加赞赏,并将这个女儿嫁给了他,视他为人类中最为聪慧的人。
Αἰγυπτίους μὲν γὰρ τῶν ἄλλων προκεκρίσθαι, ἐκεῖνον δὲ Αἰγυπτίων.
因为据说,埃及人优于其他所有人,而他则优于所有的埃及人。