§2.121E.1τὸν δὲ βασιλέα, ὡς αὐτῷ ἀπηγγέλθη τοῦ φωρὸς ὁ νέκυς ἐκκεκλεμμένος, δεινὰ ποιέειν·
当国王得知盗贼的尸体被偷走时,大为震怒。
πάντως δὲ βουλόμενον εὑρεθῆναι ὅστις κοτὲ εἴη ὁ ταῦτα μηχανώμενος, ποιῆσαί μιν τάδε, ἐμοὶ μὲν οὐ πιστά· §2.121E.2τὴν θυγατέρα τὴν ἑωυτοῦ κατίσαι ἐπʼ οἰκήματος, ἐντειλάμενον πάντας τε ὁμοίως προσδέκεσθαι, καὶ πρὶν συγγενέσθαι, ἀναγκάζειν λέγειν αὐτῇ ὅ τι δὴ ἐν τῷ βίῳ ἔργασται αὐτῷ σοφώτατον καὶ ἀνοσιώτατον· ὃς δʼ ἂν ἀπηγήσηται τὰ περὶ τὸν φῶρα γεγενημένα, τοῦτον συλλαμβάνειν καὶ μὴ ἀπιέναι ἔξω.
他极想查出究竟是谁策划了这一切,于是做了以下的事情,尽管这对我来说是难以置信的:他让自己的女儿坐在房间里,命令她对所有人一视同仁地接纳,并在与之交合之前,强迫对方说出自己一生中所做过的最聪明和最不敬的事;如果有人讲述了关于那盗贼所发生的事,就将其逮捕,不许他走出去。
§2.121E.3ὡς δὲ τὴν παῖδα ποιέειν τὰ ἐκ τοῦ πατρὸς προσταχθέντα, τὸν φῶρα πυθόμενον τῶν εἵνεκα ταῦτα ἐπρήσσετο, βουληθέντα πολυτροπίῃ τοῦ βασιλέος περιγενέσθαι ποιέειν τάδε· §2.121E.4νεκροῦ προσφάτου ἀποταμόντα ἐν τῷ ὤμῳ τὴν χεῖρα ἰέναι αὐτὸν ἔχοντα αὐτὴν ὑπὸ τῷ ἱματίῳ.
当这姑娘执行父亲的命令时,盗贼得知了这样做是为了什么,并希望在智谋上战胜国王,于是做了以下的事:他把一具刚死不久的尸体的胳膊从肩膀处砍下来,藏在自己的斗篷下带了过去。
ἐσελθόντα δὲ ὡς τοῦ βασιλέος τὴν θυγατέρα καὶ εἰρωτώμενον τά περ καὶ οἱ ἄλλοι, ἀπηγήσασθαι ὡς ἀνοσιώτατον μὲν εἴη ἐργασμένος ὅτι τοῦ ἀδελφεοῦ ἐν τῷ θησαυρῷ τοῦ βασιλέος ὑπὸ πάγης ἁλόντος ἀποτάμοι τὴν κεφαλήν, σοφώτατον δὲ ὅτι τοὺς φυλάκους καταμεθύσας καταλύσειε τοῦ ἀδελφεοῦ κρεμάμενον τὸν νέκυν.
他进到国王女儿那里,被问到与其他所有人相同的问题时,他讲述道,自己做过最不敬的事是当兄弟在国王的宝库里被陷阱捕获时砍下了他的头,而最聪明的事是灌醉了守卫并取下了兄弟悬挂着的尸体。
§2.121E.5τὴν δὲ ὡς ἤκουσε ἅπτεσθαι αὐτοῦ.
她一听这话,就伸手去抓他。
τὸν δὲ φῶρα ἐν τῷ σκότεϊ προτεῖναι αὐτῇ τοῦ νεκροῦ τὴν χεῖρα· τὴν δὲ ἐπιλαβομένην ἔχειν, νομίζουσαν αὐτοῦ ἐκείνου τῆς χειρὸς ἀντέχεσθαι· τὸν δὲ φῶρα προέμενον αὐτῇ οἴχεσθαι διὰ θυρέων φεύγοντα.
但盗贼在黑暗中将死人的手递给她,她抓住并握紧了它,以为自己抓着的是他本人的手;然而盗贼把那只手留给了她,自己便夺门逃走了。