§2.121E.1τὸν δὲ βασιλέα, ὡς αὐτῷ ἀπηγγέλθη τοῦ φωρὸς ὁ νέκυς ἐκκεκλεμμένος, δεινὰ ποιέειν·
一方、王は、盗賊の死体が盗み出されたという報告を受けると、ひどく立腹した。
πάντως δὲ βουλόμενον εὑρεθῆναι ὅστις κοτὲ εἴη ὁ ταῦτα μηχανώμενος, ποιῆσαί μιν τάδε, ἐμοὶ μὲν οὐ πιστά·
そして、このようなことを企てている者がいったい誰であるかをどうしても突き止めたいと望み、次のようなことを行ったが、これは私には信じがたいことである。
§2.121E.2τὴν θυγατέρα τὴν ἑωυτοῦ κατίσαι ἐπʼ οἰκήματος, ἐντειλάμενον πάντας τε ὁμοίως προσδέκεσθαι, καὶ πρὶν συγγενέσθαι, ἀναγκάζειν λέγειν αὐτῇ ὅ τι δὴ ἐν τῷ βίῳ ἔργασται αὐτῷ σοφώτατον καὶ ἀνοσιώτατον·
彼は自分の娘を部屋に座らせ、誰であれ同様に受け入れること、そして交わる前に、これまでの人生で自分がなした最も賢いことと最も不届きなことは何かを彼女に語るよう強制することを命じた。
ὃς δʼ ἂν ἀπηγήσηται τὰ περὶ τὸν φῶρα γεγενημένα, τοῦτον συλλαμβάνειν καὶ μὴ ἀπιέναι ἔξω.
そして、盗賊に関して起こった出来事を話した者がいれば、その者を捕らえて外に出さないようにと命じた。
§2.121E.3ὡς δὲ τὴν παῖδα ποιέειν τὰ ἐκ τοῦ πατρὸς προσταχθέντα, τὸν φῶρα πυθόμενον τῶν εἵνεκα ταῦτα ἐπρήσσετο, βουληθέντα πολυτροπίῃ τοῦ βασιλέος περιγενέσθαι ποιέειν τάδε·
娘が父親から命じられたことを実行していると、盗賊は、どのような目的でこれがなされているのかを察知し、悪知恵において王を上回りたいと望んで、次のようなことを行った。
§2.121E.4νεκροῦ προσφάτου ἀποταμόντα ἐν τῷ ὤμῳ τὴν χεῖρα ἰέναι αὐτὸν ἔχοντα αὐτὴν ὑπὸ τῷ ἱματίῳ.
最近死んだばかりの死体の腕を肩のところで切り落とし、それを自分の外套の下に隠して持っていった。
ἐσελθόντα δὲ ὡς τοῦ βασιλέος τὴν θυγατέρα καὶ εἰρωτώμενον τά περ καὶ οἱ ἄλλοι, ἀπηγήσασθαι ὡς ἀνοσιώτατον μὲν εἴη ἐργασμένος ὅτι τοῦ ἀδελφεοῦ ἐν τῷ θησαυρῷ τοῦ βασιλέος ὑπὸ πάγης ἁλόντος ἀποτάμοι τὴν κεφαλήν, σοφώτατον δὲ ὅτι τοὺς φυλάκους καταμεθύσας καταλύσειε τοῦ ἀδελφεοῦ κρεμάμενον τὸν νέκυν.
そして王の娘のところに入り、他の男たちと同様のことを質問されると、彼はこう語った。 最も不届きな行為としては、兄が王の宝物庫で罠にかかったときにその首を切り落としたこと、最も賢い行為としては、見張りたちを泥酔させて、吊るされていた兄の死体を降ろしたことである、と。
§2.121E.5τὴν δὲ ὡς ἤκουσε ἅπτεσθαι αὐτοῦ.
彼女はこれを聞くと彼を捕まえようとした。
τὸν δὲ φῶρα ἐν τῷ σκότεϊ προτεῖναι αὐτῇ τοῦ νεκροῦ τὴν χεῖρα· τὴν δὲ ἐπιλαβομένην ἔχειν, νομίζουσαν αὐτοῦ ἐκείνου τῆς χειρὸς ἀντέχεσθαι·
しかし、盗賊は暗闇の中で彼女に死体の腕を差し出し、彼女はそれを彼自身の腕を握っていると思い込んで掴んで離さなかった。
τὸν δὲ φῶρα προέμενον αὐτῇ οἴχεσθαι διὰ θυρέων φεύγοντα.
一方、盗賊はそれを彼女に掴ませたまま、扉から逃げ去って行った。