Humanitext Reader

希罗多德 · 历史 §2.121D.1-2.121D.6

幸存盗贼灌醉守卫夺回兄弟遗体

第 341 段,共 1577 段 · 希腊语

内容简介

国王派人看守悬挂的尸体,幸存的盗贼儿子在母亲的逼迫下执行了夺回遗体的计划。他赶着驮酒的驴子,在守卫面前假装酒袋漏酒,借机灌醉守卫,成功运走兄弟的遗体,并在逃跑前剃掉了守卫们右侧的脸颊。

§2.121D.1ὡς δὲ χαλεπῶς ἐλαμβάνετο ἡ μήτηρ τοῦ περιεόντος παιδὸς καὶ πολλὰ πρὸς αὐτὴν λέγων οὐκ ἔπειθε, ἐπιτεχνήσασθαι τοιάδε μιν· ὄνους κατασκευασάμενον καὶ ἀσκοὺς πλήσαντα οἴνου ἐπιθεῖναι ἐπὶ τῶν ὄνων καὶ ἔπειτα ἐλαύνειν αὐτούς·
然而,由于幸存儿子的母亲逼迫得紧,而他说了许多话也无法说服她,于是他设下了如下的计谋:他准备了驴子,把装满酒的皮囊驮在驴背上,然后赶着它们前行。
ὡς δὲ κατὰ τοὺς φυλάσσοντας ἦν τὸν κρεμάμενον νέκυν, ἐπισπάσαντα τῶν ἀσκῶν δύο ἢ τρεῖς ποδεῶνας αὐτὸν λύειν ἀπαμμένους·
当他来到那些看守悬挂尸体的人附近时,他拉过其中两三个皮囊的足部,解开了它们的结。
§2.121D.2ὡς δὲ ἔρρεε ὁ οἶνος, τὴν κεφαλήν μιν κόπτεσθαι μεγάλα βοῶντα ὡς οὐκ ἔχοντα πρὸς ὁκοῖον τῶν ὄνων πρῶτον τράπηται.
当酒流出来时,他大声呼喊并拍打自己的头部,仿佛不知道该先去顾哪一只驴子。
τοὺς δὲ φυλάκους ὡς ἰδεῖν πολλὸν ῥέοντα τὸν οἶνον, συντρέχειν ἐς τὴν ὁδὸν ἀγγήια ἔχοντας, καὶ τὸν ἐκκεχυμένον οἶνον συγκομίζειν ἐν κέρδεϊ ποιευμένους·
守卫们看见酒流了那么多,便拿着器皿一同跑到路上,把洒出来的酒收集起来,认为这是白捡的好处。
§2.121D.3τὸν δὲ διαλοιδορέεσθαι πᾶσι ὀργὴν προσποιεύμενον, παραμυθευμένων δὲ αὐτὸν τῶν φυλάκων χρόνῳ πρηΰνεσθαι προσποιέεσθαι καὶ ὑπίεσθαι τῆς ὀργῆς, τέλος δὲ ἐξελάσαι αὐτὸν τοὺς ὄνους ἐκ τῆς ὁδοῦ καὶ κατασκευάζειν.
他假装发怒,对所有人大加责骂,但当守卫们安抚他时,他便假装在时间推移中平息了怒火,收敛了脾气,最后,他把驴子赶出道路,开始整理行装。
§2.121D.4ὡς δὲ λόγους τε πλέους ἐγγίνεσθαι καί τινα καὶ σκῶψαι μιν καὶ ἐς γέλωτα προαγαγέσθαι, ἐπιδοῦναι αὐτοῖσι τῶν ἀσκῶν ἕνα·
随着谈话的增多,甚至有人开他的玩笑,逗得他笑了起来,他便送给他们其中一个皮囊。
τοὺς δὲ αὐτοῦ ὥσπερ εἶχον κατακλιθέντας πίνειν διανοέεσθαι, καὶ ἐκεῖνον παραλαμβάνειν καὶ κελεύειν μετʼ ἑωυτῶν μείναντα συμπίνειν· τὸν δὲ πεισθῆναί τε δὴ καὶ καταμεῖναι.
他们决定就在原地躺下喝酒,并且拉住他,极力邀请他留下来和他们一起喝;他果然被说服,留了下来。
§2.121D.5ὡς δέ μιν παρὰ τὴν πόσιν φιλοφρόνως ἠσπάζοντο, ἐπιδοῦναι αὐτοῖσι καὶ ἄλλον τῶν ἀσκῶν·
在饮酒期间,由于他们对他十分热情友好,他又送给了他们另一个皮囊。
δαψιλέι δὲ τῷ ποτῷ χρησαμένους τοὺς φυλάκους ὑπερμεθυσθῆναι καὶ κρατηθέντας ὑπὸ τοῦ ὕπνου αὐτοῦ ἔνθα περ ἔπινον κατακοιμηθῆναι.
守卫们因为畅饮了这丰盛的酒,变得烂醉如泥,被睡意征服,就在他们喝酒的地方沉沉睡去。
§2.121D.6τὸν δέ, ὡς πρόσω ἦν τῆς νυκτός, τό τε σῶμα τοῦ ἀδελφεοῦ καταλῦσαι καὶ τῶν φυλάκων ἐπὶ λύμῃ πάντων ξυρῆσαι τὰς δεξιὰς παρηίδας, ἐπιθέντα δὲ τὸν νέκυν ἐπὶ τοὺς ὄνους ἀπελαύνειν ἐπʼ οἴκου, ἐπιτελέσαντα τῇ μητρὶ τὰ προσταχθέντα.
当深夜来临时,他放下了兄弟的尸体,为了羞辱他们所有人,剃光了所有守卫右侧的脸颊,然后把尸体驮在驴背上,赶着它们回了家,完成了母亲交代他的任务。

词汇与语法注释

  1. §2.121D.1ἐπιτεχνήσασθαι — 从本节开始,一系列的主动词均以不定式形式出现(如 ἐπιθεῖναι, ἐλαύνειν, λύειν 等),这是因为整个叙事都处于基于传闻的间接引语中。在语法上,这些不定式被视为隶属于未明示的说话动词的“带对格的不定式”(accusativus cum infinitivo)结构。
  2. §2.121D.2ὡς οὐκ ἔχοντα — 连词 ὡς 表示分词所表达的动作为主观原因或外在表现(“仿佛……”)。对格分词 ἔχοντα 在性、数、格上与前文的代名词 μιν(对格主语“他”)保持一致。其后引导的从句(πρὸς ὁκοῖον τῶν ὄνων πρῶτον τράπηται)是使用虚拟语气(deliberative subjunctive)的间接疑问句。
  3. §2.121D.6τῶν φυλάκων — 属格 τῶν φυλάκων 既可以直接看作修饰 παρηίδας(脸颊)的所有格,也可以看作与表示剃除的动词 ξυρῆσαι 连用的剥夺(分离)属格,意为“从守卫身上剃掉”。

引用这一段

希罗多德, 历史 §2.121D.1-2.121D.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.121D.1-2.121D.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。