§2.121D.1ὡς δὲ χαλεπῶς ἐλαμβάνετο ἡ μήτηρ τοῦ περιεόντος παιδὸς καὶ πολλὰ πρὸς αὐτὴν λέγων οὐκ ἔπειθε, ἐπιτεχνήσασθαι τοιάδε μιν·
But since the mother of the surviving son pressed him hard and he could not persuade her though he said many things to her, he devised the following scheme.
ὄνους κατασκευασάμενον καὶ ἀσκοὺς πλήσαντα οἴνου ἐπιθεῖναι ἐπὶ τῶν ὄνων καὶ ἔπειτα ἐλαύνειν αὐτούς·
He prepared donkeys, loaded skins filled with wine upon them, and then drove them along.
ὡς δὲ κατὰ τοὺς φυλάσσοντας ἦν τὸν κρεμάμενον νέκυν, ἐπισπάσαντα τῶν ἀσκῶν δύο ἢ τρεῖς ποδεῶνας αὐτὸν λύειν ἀπαμμένους·
When he came near those who were guarding the hanging body, he pulled toward himself the feet of two or three of the skins and untied them where they were fastened.
§2.121D.2ὡς δὲ ἔρρεε ὁ οἶνος, τὴν κεφαλήν μιν κόπτεσθαι μεγάλα βοῶντα ὡς οὐκ ἔχοντα πρὸς ὁκοῖον τῶν ὄνων πρῶτον τράπηται.
As the wine began to flow, he beat his head, crying out loudly as if he did not know which of the donkeys he should turn to first.
τοὺς δὲ φυλάκους ὡς ἰδεῖν πολλὸν ῥέοντα τὸν οἶνον, συντρέχειν ἐς τὴν ὁδὸν ἀγγήια ἔχοντας, καὶ τὸν ἐκκεχυμένον οἶνον συγκομίζειν ἐν κέρδεϊ ποιευμένους·
When the guards saw the wine flowing in abundance, they ran together into the road with vessels and gathered up the spilled wine, considering it their own gain.
§2.121D.3τὸν δὲ διαλοιδορέεσθαι πᾶσι ὀργὴν προσποιεύμενον, παραμυθευμένων δὲ αὐτὸν τῶν φυλάκων χρόνῳ πρηΰνεσθαι προσποιέεσθαι καὶ ὑπίεσθαι τῆς ὀργῆς, τέλος δὲ ἐξελάσαι αὐτὸν τοὺς ὄνους ἐκ τῆς ὁδοῦ καὶ κατασκευάζειν.
He pretended to be angry and abused them all, but as the guards pacified him, he pretended to be appeased in time and to let go of his anger; and at last, he drove his donkeys out of the road and began to rearrange them.
§2.121D.4ὡς δὲ λόγους τε πλέους ἐγγίνεσθαι καί τινα καὶ σκῶψαι μιν καὶ ἐς γέλωτα προαγαγέσθαι, ἐπιδοῦναι αὐτοῖσι τῶν ἀσκῶν ἕνα·
As more conversation ensued and someone even joked with him and moved him to laughter, he gave them one of the skins.
τοὺς δὲ αὐτοῦ ὥσπερ εἶχον κατακλιθέντας πίνειν διανοέεσθαι, καὶ ἐκεῖνον παραλαμβάνειν καὶ κελεύειν μετʼ ἑωυτῶν μείναντα συμπίνειν· τὸν δὲ πεισθῆναί τε δὴ καὶ καταμεῖναι.
They decided to lie down right where they were and drink, and they took him in and urged him to stay and drink with them; and he was indeed persuaded and remained.
§2.121D.5ὡς δέ μιν παρὰ τὴν πόσιν φιλοφρόνως ἠσπάζοντο, ἐπιδοῦναι αὐτοῖσι καὶ ἄλλον τῶν ἀσκῶν· δαψιλέι δὲ τῷ ποτῷ χρησαμένους τοὺς φυλάκους ὑπερμεθυσθῆναι καὶ κρατηθέντας ὑπὸ τοῦ ὕπνου αὐτοῦ ἔνθα περ ἔπινον κατακοιμηθῆναι.
As they welcomed him cordially during the drinking, he gave them another of the skins; and the guards, having indulged in the abundant drink, became exceedingly drunk, and being overcome by sleep, fell asleep right where they had been drinking.
§2.121D.6τὸν δέ, ὡς πρόσω ἦν τῆς νυκτός, τό τε σῶμα τοῦ ἀδελφεοῦ καταλῦσαι καὶ τῶν φυλάκων ἐπὶ λύμῃ πάντων ξυρῆσαι τὰς δεξιὰς παρηίδας, ἐπιθέντα δὲ τὸν νέκυν ἐπὶ τοὺς ὄνους ἀπελαύνειν ἐπʼ οἴκου, ἐπιτελέσαντα τῇ μητρὶ τὰ προσταχθέντα.
When the night was far advanced, he took down the body of his brother, and to disgrace them all, shaved the right cheeks of all the guards, then placed the dead body upon the donkeys and drove them home, having fulfilled what had been commanded by his mother.