§2.120.1ταῦτα μὲν Αἰγυπτίων οἱ ἱρέες ἔλεγον·
这些便是埃及的祭司们所说的话。
ἐγὼ δὲ τῷ λόγῳ τῷ περὶ Ἑλένης λεχθέντι καὶ αὐτὸς προστίθεμαι, τάδε ἐπιλεγόμενος, εἰ ἦν Ἑλένη ἐν Ἰλίῳ, ἀποδοθῆναι ἂν αὐτὴν τοῖσι Ἕλλησι ἤτοι ἑκόντος γε ἢ ἀέκοντος Ἀλεξάνδρου.
而我自己也赞同关于海伦的那种说法,基于如下的推论:如果海伦当时在伊利翁,那么无论亚历山德罗斯愿意还是不愿意,她都会被归还给希腊人。
§2.120.2οὐ γὰρ δὴ οὕτω γε φρενοβλαβὴς ἦν ὁ Πρίαμος οὐδὲ οἱ ἄλλοι οἱ προσήκοντες αὐτῷ, ὥστε τοῖσι σφετέροισι σώμασι καὶ τοῖσι τέκνοισι καὶ τῇ πόλι κινδυνεύειν ἐβούλοντο, ὅκως Ἀλέξανδρος Ἑλένῃ συνοικέῃ.
因为普里阿摩斯以及他的其他亲属绝非如此丧失理智,以至于为了能让亚历山德罗斯与海伦同居,而甘愿让他们自己的生命、孩子以及城市冒危险。
§2.120.3εἰ δέ τοι καὶ ἐν τοῖσι πρώτοισι χρόνοισι ταῦτα ἐγίνωσκον, ἐπεὶ πολλοὶ μὲν τῶν ἄλλων Τρώων, ὁκότε συμμίσγοιεν τοῖσι Ἕλλησι, ἀπώλλυντο, αὐτοῦ δὲ Πριάμου οὐκ ἔστι ὅτε οὐ δύο ἢ τρεῖς ἢ καὶ ἔτι πλέους τῶν παίδων μάχης γινομένης ἀπέθνησκον, εἰ χρή τι τοῖσι ἐποποιοῖσι χρεώμενον λέγειν, τούτων δὲ τοιούτων συμβαινόντων ἐγὼ μὲν ἔλπομαι, εἰ καὶ αὐτὸς Πρίαμος συνοίκεε Ἑλένῃ, ἀποδοῦναι ἂν αὐτὴν τοῖσι Ἀχαιοῖσι, μέλλοντά γε δὴ τῶν παρεόντων κακῶν ἀπαλλαγήσεσθαι.
即使他们在最初的时期也是这样想的,但在其他的特洛伊人中,每当与希腊人交战时便有许多人丧生,而普里阿摩斯自己——如果必须在某种程度上依据史诗诗人们的描述来说的话——每当战斗发生时,也无时无刻不在失去两个、三个甚至更多的儿子,在这种种惨状发生的情况下,我坚信,即使是普里阿摩斯自己与海伦同居,他也会把她归还给阿开亚人,因为他无疑想要摆脱眼前的灾难。
§2.120.4οὐ μὲν οὐδὲ ἡ βασιληίη ἐς Ἀλέξανδρον περιήιε, ὥστε γέροντος Πριάμου ἐόντος ἐπʼ ἐκείνῳ τὰ πρήγματα εἶναι, ἀλλὰ Ἕκτωρ καὶ πρεσβύτερος καὶ ἀνὴρ ἐκείνου μᾶλλον ἐὼν ἔμελλε αὐτὴν Πριάμου ἀποθανόντος παραλάμψεσθαι, τὸν οὐ προσῆκε ἀδικέοντι τῷ ἀδελφεῷ ἐπιτρέπειν, καὶ ταῦτα μεγάλων κακῶν διʼ αὐτὸν συμβαινόντων ἰδίῃ τε αὐτῷ καὶ τοῖσι ἄλλοισι πᾶσι Τρωσί.
况且,王位也轮不到亚历山德罗斯继承,以至于在普里阿摩斯年迈时政权会落入他的手中;相反,赫克托耳不仅比他年长,而且更像个男子汉,注定要在普里阿摩斯死后继承王位。 对于赫克托耳来说,是不应该纵容他那行径不端的弟弟的,更何况由于这个弟弟,巨大的灾难已经降临到他个人以及所有其他特洛伊人身上。
§2.120.5ἀλλʼ οὐ γὰρ εἶχον Ἑλένην ἀποδοῦναι, οὐδὲ λέγουσι αὐτοῖσι τὴν ἀληθείην ἐπίστευον οἱ Ἕλληνες, ὡς μὲν ἐγὼ γνώμην ἀποφαίνομαι, τοῦ δαιμονίου παρασκευάζοντος, ὅκως πανωλεθρίῃ ἀπολόμενοι καταφανὲς τοῦτο τοῖσι ἀνθρώποισι ποιήσωσι, ὡς τῶν μεγάλων ἀδικημάτων μεγάλαι εἰσὶ καὶ αἱ τιμωρίαι παρὰ τῶν θεῶν.
然而,事实是他们并没有海伦可供归还,而希腊人也不相信他们所说的真话。 依我之见,这是神意在暗中操纵,好让他们通过彻底的毁灭向人类昭示这一点,即重大的不义必将招致神灵重大的惩罚。
καὶ ταῦτα μὲν τῇ ἐμοὶ δοκέει εἴρηται.
这些便是我按照自己的看法所作出的论述。