§2.12.1τὰ περὶ Αἴγυπτον ὦν καὶ τοῖσι λέγουσι αὐτὰ πείθομαι καὶ αὐτὸς οὕτω κάρτα δοκέω εἶναι, ἰδών τε τὴν Αἴγυπτον προκειμένην τῆς ἐχομένης γῆς κογχύλιά τε φαινόμενα ἐπὶ τοῖσι ὄρεσι καὶ ἅλμην ἐπανθέουσαν, ὥστε καὶ τὰς πυραμίδας δηλέεσθαι, καὶ ψάμμον μοῦνον Αἰγύπτου ὄρος τοῦτο τὸ ὑπὲρ Μέμφιος ἔχον, §2.12.2πρὸς δὲ τῇ χώρῃ οὔτε τῇ Ἀραβίῃ προσούρῳ ἐούσῃ τὴν Αἴγυπτον προσεικέλην οὔτε τῇ Λιβύῃ, οὐ μὲν οὐδὲ τῇ Συρίῃ (τῆς γὰρ Ἀραβίης τὰ παρὰ θάλασσαν Σύροι νέμονται), ἀλλὰ μελάγγαιόν τε καὶ καταρρηγνυμένην, ὥστε ἐοῦσαν ἰλύν τε καὶ πρόχυσιν ἐξ Αἰθιοπίης κατενηνειγμένην ὑπὸ τοῦ ποταμοῦ.
因此,关于埃及的情况,我既相信那些如此谈论的人,我自己也深信确是如此。 因为我看到埃及比相邻的陆地更为凸出,山上显露出贝壳,盐分析出以至于连金字塔都遭到侵蚀,而且孟斐斯上方的这座山是埃及唯一含有沙子的山;此外,还因为我看到这里的土地既不类似于相邻的阿拉伯,也不类似于利比亚,甚至也不类似于叙利亚(因为叙利亚人居住在阿拉伯沿海一带),而是既呈黑色又易碎,就好像它是被那条河流从埃塞俄比亚带下来的泥沙和冲积物一样。
§2.12.3τὴν δὲ Λιβύην ἴδμεν ἐρυθροτέρην τε γῆν καὶ ὑποψαμμοτέρην, τὴν δὲ Ἀραβίην τε καὶ Συρίην ἀργιλωδεστέρην τε καὶ ὑπόπετρον ἐοῦσαν.
另一方面,我们知道利比亚是更红且更多沙的土地,而阿拉伯和叙利亚则是更具黏性且多石的土地。