§2.111.1Σεσώστριος δὲ τελευτήσαντος ἐκδέξασθαι ἔλεγον τὴν βασιληίην τὸν παῖδα αὐτοῦ Φερῶν, τὸν ἀποδέξασθαι μὲν οὐδεμίαν στρατηίην, συνενειχθῆναι δέ οἱ τυφλὸν γενέσθαι διὰ τοιόνδε πρῆγμα.
\n据说在塞索悉利斯死后,他的儿子费隆继承了王位。
τοῦ ποταμοῦ κατελθόντος μέγιστα δὴ τότε ἐπʼ ὀκτωκαίδεκα πήχεας, ὡς ὑπερέβαλε τὰς ἀρούρας, πνεύματος ἐμπεσόντος κυματίης ὁ ποταμὸς ἐγένετο·
他没有进行任何军事远征,但由于以下事件,他不幸双目失明:当时尼罗河水涨到最高,达十八腕尺,淹没了农田,一阵狂风吹来,河面波涛汹涌。
§2.111.2τὸν δὲ βασιλέα λέγουσι τοῦτον ἀτασθαλίῃ χρησάμενον, λαβόντα αἰχμὴν βαλεῖν ἐς μέσας τὰς δίνας τοῦ ποταμοῦ, μετὰ δὲ αὐτίκα καμόντα αὐτὸν τοὺς ὀφθαλμοὺς τυφλωθῆναι.
\n\n据说这位国王行为狂妄放肆,拿起一柄长矛,投向河流漩涡的中心,随后立刻眼睛受损,双目失明。
δέκα μὲν δὴ ἔτεα εἶναί μιν τυφλόν, ἑνδεκάτῳ δὲ ἔτεϊ ἀπικέσθαι οἱ μαντήιον ἐκ Βουτοῦς πόλιος ὡς ἐξήκει τέ οἱ ὁ χρόνος τῆς ζημίης καὶ ἀναβλέψει γυναικὸς οὔρῳ νιψάμενος τοὺς ὀφθαλμούς, ἥτις παρὰ τὸν ἑωυτῆς ἄνδρα μοῦνον πεφοίτηκε, ἄλλων ἀνδρῶν ἐοῦσα ἄπειρος.
他失明了十年之久,但在第十一年,从布托城传来一道神谕,称他受罚的期限已满,只要用一位仅与自己的丈夫同房、未曾经历过其他男人的妇女的尿液清洗眼睛,就能重见光明。
§2.111.3καὶ τὸν πρώτης τῆς ἑωυτοῦ γυναικὸς πειρᾶσθαι, μετὰ δέ, ὡς οὐκ ἀνέβλεπε, ἐπεξῆς πασέων πειρᾶσθαι· ἀναβλέψαντα δὲ συναγαγεῖν τὰς γυναῖκας τῶν ἐπειρήθη, πλὴν ἢ τῆς τῷ οὔρῳ νιψάμενος ἀνέβλεψε, ἐς μίαν πόλιν, ἣ νῦν καλέεται Ἐρυθρὴ βῶλος· ἐς ταύτην συναλίσαντα ὑποπρῆσαι πάσας σὺν αὐτῇ τῇ πόλι·
\n\n于是他先拿自己的妻子作试验,随后,因为视力未能恢复,他又依次试了所有的妇女;当他恢复视力后,便把那些测试过的妇女——除了用其尿液洗眼而恢复视力的那一位之外——全部集中到一个如今被称为“红土”的城市;他把她们聚集在这一处,连同城市本身一起全部烧死。
§2.111.4τῆς δὲ νιψάμενος τῷ οὔρῳ ἀνέβλεψε, ταύτην δὲ ἔσχε αὐτὸς γυναῖκα.
\n\n而对于那位用其尿液洗眼使他重见光明的妇女,他则娶她为自己的妻子。
ἀναθήματα δὲ ἀποφυγὼν τὴν πάθην τῶν ὀφθαλμῶν ἄλλα τε ἀνὰ τὰ ἱρὰ πάντα τὰ λόγιμα ἀνέθηκε καὶ τοῦ γε λόγον μάλιστα ἄξιον ἐστὶ ἔχειν, ἐς τοῦ Ἡλίου τὸ ἱρὸν ἀξιοθέητα ἀνέθηκε ἔργα, ὀβελοὺς δύο λιθίνους, ἐξ ἑνὸς ἐόντα ἑκάτερον λίθου, μῆκος μὲν ἑκάτερον πηχέων ἑκατόν, εὖρος δὲ ὀκτὼ πηχέων.
在摆脱了眼部疾病之后,他向所有著名的神庙献上了其他奉纳物,而最值得一提的是,他向太阳神庙献上了令人瞩目的杰作:两尊石质奥贝里斯克,每一尊都是由整块石头雕刻而成,长度各为一百腕尺,宽度为八腕尺。