§2.111.1Σεσώστριος δὲ τελευτήσαντος ἐκδέξασθαι ἔλεγον τὴν βασιληίην τὸν παῖδα αὐτοῦ Φερῶν, τὸν ἀποδέξασθαι μὲν οὐδεμίαν στρατηίην, συνενειχθῆναι δέ οἱ τυφλὸν γενέσθαι διὰ τοιόνδε πρῆγμα.
\nセソストリスが亡くなると、人々が言うには、その息子フェロンが王位を継承した。 彼は何ら軍事遠征を行わなかったが、次のような事情によって盲目になるという災難に見舞われた。
τοῦ ποταμοῦ κατελθόντος μέγιστα δὴ τότε ἐπʼ ὀκτωκαίδεκα πήχεας, ὡς ὑπερέβαλε τὰς ἀρούρας, πνεύματος ἐμπεσόντος κυματίης ὁ ποταμὸς ἐγένετο·
当時、ナイル川が最大で十八キュビトにまで増水して耕作地を越えて溢れ、そこに風が吹き荒れて川は激しく波立つようになった。
§2.111.2τὸν δὲ βασιλέα λέγουσι τοῦτον ἀτασθαλίῃ χρησάμενον, λαβόντα αἰχμὴν βαλεῖν ἐς μέσας τὰς δίνας τοῦ ποταμοῦ, μετὰ δὲ αὐτίκα καμόντα αὐτὸν τοὺς ὀφθαλμοὺς τυφλωθῆναι.
\n\nこの王は傲慢な振る舞いをして、槍を手に取ると川の渦のただ中へ投げつけ、その後すぐに目を患って盲目になったと人々は言う。
δέκα μὲν δὴ ἔτεα εἶναί μιν τυφλόν, ἑνδεκάτῳ δὲ ἔτεϊ ἀπικέσθαι οἱ μαντήιον ἐκ Βουτοῦς πόλιος ὡς ἐξήκει τέ οἱ ὁ χρόνος τῆς ζημίης καὶ ἀναβλέψει γυναικὸς οὔρῳ νιψάμενος τοὺς ὀφθαλμούς, ἥτις παρὰ τὸν ἑωυτῆς ἄνδρα μοῦνον πεφοίτηκε, ἄλλων ἀνδρῶν ἐοῦσα ἄπειρος.
十年の間彼は盲目であったが、十一荒目にブトの町から彼に神託が届いた。 それによれば、彼の罰の期限は切れ、自身の夫のところにのみ通い、他の男性を経験したことがない女性の尿で目を洗えば、視力を回復するであろうということであった。
§2.111.3καὶ τὸν πρώτης τῆς ἑωυτοῦ γυναικὸς πειρᾶσθαι, μετὰ δέ, ὡς οὐκ ἀνέβλεπε, ἐπεξῆς πασέων πειρᾶσθαι·
\n\nそこで彼は、まず自分の妻から試みたが、視力が戻らなかったので、次から次へとすべての女性を試みた。
ἀναβλέψαντα δὲ συναγαγεῖν τὰς γυναῖκας τῶν ἐπειρήθη, πλὴν ἢ τῆς τῷ οὔρῳ νιψάμενος ἀνέβλεψε, ἐς μίαν πόλιν, ἣ νῦν καλέεται Ἐρυθρὴ βῶλος·
そして、ついに視力を取り戻したとき、彼は試みた女性たちを、その尿で洗って視力が戻った女性ただ一人を除いて、現在「赤い土」と呼ばれる一つの町に集めた。
ἐς ταύτην συναλίσαντα ὑποπρῆσαι πάσας σὺν αὐτῇ τῇ πόλι·
そしてこの町に彼女らを押し込めて、町ごと全員を焼き殺した。
§2.111.4τῆς δὲ νιψάμενος τῷ οὔρῳ ἀνέβλεψε, ταύτην δὲ ἔσχε αὐτὸς γυναῖκα.
\n\n*の尿で洗って視力が戻った女性を、彼は自らの妻とした。
ἀναθήματα δὲ ἀποφυγὼν τὴν πάθην τῶν ὀφθαλμῶν ἄλλα τε ἀνὰ τὰ ἱρὰ πάντα τὰ λόγιμα ἀνέθηκε καὶ τοῦ γε λόγον μάλιστα ἄξιον ἐστὶ ἔχειν, ἐς τοῦ Ἡλίου τὸ ἱρὸν ἀξιοθέητα ἀνέθηκε ἔργα, ὀβελοὺς δύο λιθίνους, ἐξ ἑνὸς ἐόντα ἑκάτερον λίθου, μῆκος μὲν ἑκάτερον πηχέων ἑκατόν, εὖρος δὲ ὀκτὼ πηχέων.
目の病を免れたことで、彼は他の様々な奉納物もすべての名高い神殿に捧げたが、とりわけ特筆に値するものとして、ヘリオスの神殿に見事な作品を奉納した。 それは、それぞれが一塊の石から成る二本の石のオベリスクであり、長さはそれぞれ百キュビト、幅は八キュビトであった。