§2.112.1τούτου δὲ ἐκδέξασθαι τὴν βασιληίην ἔλεγον ἄνδρα Μεμφίτην, τῷ κατὰ τὴν Ἑλλήνων γλῶσσαν οὔνομα Πρωτέα εἶναι·
据说,继承这位国王王位的是一个孟斐斯人,用希腊人的语言来说,他的名字叫普罗透斯。
τοῦ νῦν τέμενος ἐστὶ ἐν Μέμφι κάρτα καλόν τε καὶ εὖ ἐσκευασμένον, τοῦ Ἡφαιστείου πρὸς νότον ἄνεμον κείμενον.
如今在孟斐斯有一处他的圣域,非常美丽且整建完备,位于赫菲斯托斯神庙的南面。
§2.112.2περιοικέουσι δὲ τὸ τέμενος τοῦτο Φοίνικες Τύριοι, καλέεται δὲ ὁ χῶρος οὗτος ὁ συνάπας Τυρίων στρατόπεδον.
在这处圣域周围居住着泰尔的腓尼基人,这整个地方被称为“泰尔人营地”。
ἔστι δὲ ἐν τῷ τεμένεϊ τοῦ Πρωτέος ἱρὸν τὸ καλέεται ξείνης Ἀφροδίτης·
在普罗透斯的圣域里,有一座被称为“异乡阿佛洛狄忒”的神庙。
συμβάλλομαι δὲ τοῦτο τὸ ἱρὸν εἶναι Ἑλένης τῆς Τυνδάρεω, καὶ τὸν λόγον ἀκηκοὼς ὡς διαιτήθη Ἑλένη παρὰ Πρωτέι, καὶ δὴ καὶ ὅτι ξείνης Ἀφροδίτης ἐπώνυμον ἐστί· ὅσα γὰρ ἄλλα Ἀφροδίτης ἱρά ἐστι, οὐδαμῶς ξείνης ἐπικαλέεται.
我推测这座神庙是属于廷达瑞俄斯之女海伦的,这不仅是因为我听过关于海伦曾住在普罗透斯那里的传说,而且特别是因为它冠有“异乡阿佛洛狄忒”之名;因为阿佛洛狄忒的其他所有神庙,绝没有一座被称为“异乡”的。