Humanitext Reader

希罗多德 · 历史 §2.106.1-2.106.5

塞索斯特里斯在巴勒斯坦与伊奥尼亚的遗存石刻

第 322 段,共 1577 段 · 希腊语

内容简介

希罗多德描述了塞索斯特里斯国王在各地设立的石碑之现状(指出他在巴勒斯坦亲眼所见),并详细描绘了位于伊奥尼亚的两尊国王岩石浮雕。

§2.106.1αἱ δὲ στῆλαι τὰς ἵστα κατὰ τὰς χώρας ὁ Αἰγύπτου βασιλεὺς Σέσωστρις, αἱ μὲν πλεῦνες οὐκέτι φαίνονται περιεοῦσαι, ἐν δὲ τῇ Παλαιστίνῃ Συρίῃ αὐτὸς ὥρων ἐούσας καὶ τὰ γράμματα τὰ εἰρημένα ἐνεόντα καὶ γυναικὸς αἰδοῖα.
至于埃及国王塞索斯特里斯在各国设立的石碑,其中大部分看来已不复存在;但在叙利亚的巴勒斯坦,我亲眼看见它们依然存在,上面刻有前述的文字和女性的阴部。
§2.106.2εἰσὶ δὲ καὶ περὶ Ἰωνίην δύο τύποι ἐν πέτρῃσι ἐγκεκολαμμένοι τούτου τοῦ ἀνδρός, τῇ τε ἐκ τῆς Ἐφεσίης ἐς Φώκαιαν ἔρχονται καὶ τῇ ἐκ Σαρδίων ἐς Σμύρνην.
在伊奥尼亚也有两尊刻在岩石上的这个人的画像,一处在从埃非索斯领地通往福卡亚的路上,另一处在从萨尔迪斯通往斯弥尔纳的路上。
§2.106.3ἑκατέρωθι δὲ ἀνὴρ ἐγγέγλυπται μέγαθος πέμπτης σπιθαμῆς, τῇ μὲν δεξιῇ χειρὶ ἔχων αἰχμὴν τῇ δὲ ἀριστερῇ τόξα, καὶ τὴν ἄλλην σκευὴν ὡσαύτως· καὶ γὰρ Αἰγυπτίην καὶ Αἰθιοπίδα ἔχει·
在两处地方,各雕刻着一个身高四掌半的男子,右手持矛,左手执弓,其余的装束也同样;因为他身上兼有埃及和埃塞俄比亚的装备。
§2.106.4ἐκ δὲ τοῦ ὤμου ἐς τὸν ἕτερον ὦμον διὰ τῶν στηθέων γράμματα ἱρὰ Αἰγύπτια διήκει ἐγκεκολαμμένα, λέγοντα τάδε· ἐγὼ τήνδε τὴν χώρην ὤμοισι τοῖσι ἐμοῖσι ἐκτησάμην.
从他的一侧肩膀到另一侧肩膀,横穿胸部,刻有埃及的圣书体文字,其内容如下: “我用我自己的双肩征服了这块土地。
ὅστις δὲ καὶ ὁκόθεν ἐστί, ἐνθαῦτα μὲν οὐ δηλοῖ, ἑτέρωθι δὲ δεδήλωκε·
” 至于他是谁,来自何方,这里并未说明,但在别处他已经说明了。
§2.106.5τὰ δὴ καὶ μετεξέτεροι τῶν θεησαμένων Μέμνονος εἰκόνα εἰκάζουσί μιν εἶναι, πολλὸν τῆς ἀληθείης ἀπολελειμμένοι.
正因如此,一些见过这尊画像的人猜测他是门农的造像,但这与事实相去甚远。

词汇与语法注释

  1. 2.106.1αἱ δὲ στῆλαι ... αἱ μὲν πλεῦνες — 主格名词短语 `αἱ δὲ στῆλαι` 置于句首,随后在部分对比结构 `αἱ μὲν πλεῦνες`(其中大部分)和 `en δὲ... [αὐτὰς] ἐούσας`(但在巴勒斯坦……[它们]存在)中被承接。这起到了独立主格(nominativus pendens)或提顿(先期导入)的作用。
  2. 2.106.3μέγαθος πέμπτης σπιθαμῆς — `μέγαθος` 是关系宾格(“在尺寸上”)。`πέμπτης σπιθαμῆς` 是性质或数量属格,字面意思是“第五掌”,这是希腊语的惯用表达,意为“四掌半”(约1米)。
  3. 2.106.5τὰ δὴ καὶ — 中性复数关系代词 `τὰ` 在此作副词性使用(或指代前文的整段描述),意为“因此”、“正因这些(特征/描绘)”。

引用这一段

希罗多德, 历史 §2.106.1-2.106.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.106.1-2.106.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。