§2.106.1αἱ δὲ στῆλαι τὰς ἵστα κατὰ τὰς χώρας ὁ Αἰγύπτου βασιλεὺς Σέσωστρις, αἱ μὲν πλεῦνες οὐκέτι φαίνονται περιεοῦσαι, ἐν δὲ τῇ Παλαιστίνῃ Συρίῃ αὐτὸς ὥρων ἐούσας καὶ τὰ γράμματα τὰ εἰρημένα ἐνεόντα καὶ γυναικὸς αἰδοῖα.
As for the stelae which Sesostris, the king of Egypt, set up throughout the countries, most of them no longer appear to remain; but in Palestine in Syria I myself saw them still standing, with the aforementioned inscriptions on them and female genitalia.
§2.106.2εἰσὶ δὲ καὶ περὶ Ἰωνίην δύο τύποι ἐν πέτρῃσι ἐγκεκολαμμένοι τούτου τοῦ ἀνδρός, τῇ τε ἐκ τῆς Ἐφεσίης ἐς Φώκαιαν ἔρχονται καὶ τῇ ἐκ Σαρδίων ἐς Σμύρνην.
There are also in Ionia two figures of this man carved in the rocks, one on the road leading from the Ephesian territory to Phocaea, and the other on that from Sardis to Smyrna.
§2.106.3ἑκατέρωθι δὲ ἀνὴρ ἐγγέγλυπται μέγαθος πέμπτης σπιθαμῆς, τῇ μὲν δεξιῇ χειρὶ ἔχων αἰχμὴν τῇ δὲ ἀριστερῇ τόξα, καὶ τὴν ἄλλην σκευὴν ὡσαύτως· καὶ γὰρ Αἰγυπτίην καὶ Αἰθιοπίδα ἔχει·
In each of the two places, a man is carved, four and a half spans high, holding a spear in his right hand and a bow in his left, and the rest of his equipment is to match; for he has both Egyptian and Ethiopian equipment.
§2.106.4ἐκ δὲ τοῦ ὤμου ἐς τὸν ἕτερον ὦμον διὰ τῶν στηθέων γράμματα ἱρὰ Αἰγύπτια διήκει ἐγκεκολαμμένα, λέγοντα τάδε· ἐγὼ τήνδε τὴν χώρην ὤμοισι τοῖσι ἐμοῖσι ἐκτησάμην. ὅστις δὲ καὶ ὁκόθεν ἐστί, ἐνθαῦτα μὲν οὐ δηλοῖ, ἑτέρωθι δὲ δεδήλωκε·
And from one shoulder to the other across his breast run carved sacred Egyptian characters, which say this: "I acquired this land with my own shoulders." But who he is and where he is from, he does not make clear in this place, though elsewhere he has made it clear.
§2.106.5τὰ δὴ καὶ μετεξέτεροι τῶν θεησαμένων Μέμνονος εἰκόνα εἰκάζουσί μιν εἶναι, πολλὸν τῆς ἀληθείης ἀπολελειμμένοι.
For this reason, some of those who have seen it guess that it is an image of Memnon, falling far short of the truth.