§2.10.1ταύτης ὦν τῆς χώρης τῆς εἰρημένης ἡ πολλή, κατά περ οἱ ἱρέες ἔλεγον, ἐδόκεε καὶ αὐτῷ μοι εἶναι ἐπίκτητος Αἰγυπτίοισι.
因此,正如祭司们所说,上述这片土地的大部分,在我自己看来也是埃及人新近获得的土地。
τῶν γὰρ ὀρέων τῶν εἰρημένων τῶν ὑπὲρ Μέμφιν πόλιν κειμένων τὸ μεταξὺ ἐφαίνετό μοι εἶναι κοτὲ κόλπος θαλάσσης, ὥσπερ γε τὰ περὶ Ἴλιον καὶ Τευθρανίην καὶ Ἔφεσόν τε καὶ Μαιάνδρου πεδίον, ὥς γε εἶναι σμικρὰ ταῦτα μεγάλοισι συμβαλεῖν·
因为在孟斐斯城上方、先前提到过的那些山脉之间的空间,在我看来昔日曾是海洋的一个海湾,正如同伊利翁、特乌特拉尼亚、以弗所周边以及迈安德罗斯平原一样——如果可以将这些小地方与那些大地方相比较的话。
§2.10.2τῶν γὰρ ταῦτα τὰ χωρία προσχωσάντων ποταμῶν ἑνὶ τῶν στομάτων τοῦ Νείλου, ἐόντος πενταστόμου, οὐδεὶς αὐτῶν πλήθεος πέρι ἄξιος συμβληθῆναι ἐστί.
因为在淤积了那些地方的河流中,没有一条在流量上值得与有五个口子的尼罗河的其中一个口子相提并论。
§2.10.3εἰσὶ δὲ καὶ ἄλλοι ποταμοί, οὐ κατὰ τὸν Νεῖλον ἐόντες μεγάθεα, οἵτινες ἔργα ἀποδεξάμενοι μεγάλα εἰσί· τῶν ἐγὼ φράσαι ἔχω οὐνόματα καὶ ἄλλων καὶ οὐκ ἥκιστα Ἀχελῴου, ὃς ῥέων διʼ Ἀκαρνανίης καὶ ἐξιεὶς ἐς θάλασσαν τῶν Ἐχινάδων νήσων τὰς ἡμισέας ἤδη ἤπειρον πεποίηκε.
但也有其他一些河流,虽然在规模上不及尼罗河,却也做出了伟大的绩业;在这些河流中,我可以指名其他几条,尤其是阿克洛乌斯河,它流经阿卡纳尼亚并注入大海,如今已将埃基纳德斯群岛的一半变成了陆地。