§2.10.1ταύτης ὦν τῆς χώρης τῆς εἰρημένης ἡ πολλή, κατά περ οἱ ἱρέες ἔλεγον, ἐδόκεε καὶ αὐτῷ μοι εἶναι ἐπίκτητος Αἰγυπτίοισι.
それゆえ、言及されたこの土地の大部分は、神官たちが言っていた通り、私自身にとってもエジプト人が新たに獲得した地であると思われた。
τῶν γὰρ ὀρέων τῶν εἰρημένων τῶν ὑπὲρ Μέμφιν πόλιν κειμένων τὸ μεταξὺ ἐφαίνετό μοι εἶναι κοτὲ κόλπος θαλάσσης, ὥσπερ γε τὰ περὶ Ἴλιον καὶ Τευθρανίην καὶ Ἔφεσόν τε καὶ Μαιάνδρου πεδίον, ὥς γε εἶναι σμικρὰ ταῦτα μεγάλοισι συμβαλεῖν·
というのも、メンフィス市の上方に位置する、先に言及された山々の間は、かつて海の入り江であったように私には見えたからである。 それはちょうど、イリオン、テウトラニア、エフェソスの周辺、そしてマイアンドロス平野がそうであるように。 もっとも、これら小さなものを大きなものと比較するならば、という話ではあるが。
§2.10.2τῶν γὰρ ταῦτα τὰ χωρία προσχωσάντων ποταμῶν ἑνὶ τῶν στομάτων τοῦ Νείλου, ἐόντος πενταστόμου, οὐδεὶς αὐτῶν πλήθεος πέρι ἄξιος συμβληθῆναι ἐστί.
なぜなら、これらの土地を土砂で埋め立てた河川のうち、五つの河口を持つナイルの河口のただ一つと比べても、その水量の点において比較に値するものは一つもないからである。
§2.10.3εἰσὶ δὲ καὶ ἄλλοι ποταμοί, οὐ κατὰ τὸν Νεῖλον ἐόντες μεγάθεα, οἵτινες ἔργα ἀποδεξάμενοι μεγάλα εἰσί·
しかし、規模においてはナイル川に及ばないものの、偉大な働きを成し遂げた河川は他にもある。
τῶν ἐγὼ φράσαι ἔχω οὐνόματα καὶ ἄλλων καὶ οὐκ ἥκιστα Ἀχελῴου, ὃς ῥέων διʼ Ἀκαρνανίης καὶ ἐξιεὶς ἐς θάλασσαν τῶν Ἐχινάδων νήσων τὰς ἡμισέας ἤδη ἤπειρον πεποίηκε.
私はそれらの川のうち、他のいくつかの名も、そして何よりもアケロオス川の名を挙げることができる。 この川はアカルナニアを流れ、海に注ぎ込んで、エキナデス諸島の半分をすでに陸地にしてしまった。