§2.10.1ταύτης ὦν τῆς χώρης τῆς εἰρημένης ἡ πολλή, κατά περ οἱ ἱρέες ἔλεγον, ἐδόκεε καὶ αὐτῷ μοι εἶναι ἐπίκτητος Αἰγυπτίοισι.
Therefore, the greater part of this land of which I have spoken, just as the priests were saying, seemed to me myself also to be a land acquired by the Egyptians.
τῶν γὰρ ὀρέων τῶν εἰρημένων τῶν ὑπὲρ Μέμφιν πόλιν κειμένων τὸ μεταξὺ ἐφαίνετό μοι εἶναι κοτὲ κόλπος θαλάσσης, ὥσπερ γε τὰ περὶ Ἴλιον καὶ Τευθρανίην καὶ Ἔφεσόν τε καὶ Μαιάνδρου πεδίον, ὥς γε εἶναι σμικρὰ ταῦτα μεγάλοισι συμβαλεῖν· §2.10.2τῶν γὰρ ταῦτα τὰ χωρία προσχωσάντων ποταμῶν ἑνὶ τῶν στομάτων τοῦ Νείλου, ἐόντος πενταστόμου, οὐδεὶς αὐτῶν πλήθεος πέρι ἄξιος συμβληθῆναι ἐστί. §2.10.3εἰσὶ δὲ καὶ ἄλλοι ποταμοί, οὐ κατὰ τὸν Νεῖλον ἐόντες μεγάθεα, οἵτινες ἔργα ἀποδεξάμενοι μεγάλα εἰσί· τῶν ἐγὼ φράσαι ἔχω οὐνόματα καὶ ἄλλων καὶ οὐκ ἥκιστα Ἀχελῴου, ὃς ῥέων διʼ Ἀκαρνανίης καὶ ἐξιεὶς ἐς θάλασσαν τῶν Ἐχινάδων νήσων τὰς ἡμισέας ἤδη ἤπειρον πεποίηκε.
For the space between the aforementioned mountains situated above the city of Memphis appeared to me once to have been a gulf of the sea, just like the regions around Ilion, Teuthrania, Ephesus, and the plain of the Maeander—if indeed one may compare these small things with great. For of the rivers that silted up those places, not one of them is worthy to be compared in respect of volume to even one of the mouths of the Nile, which has five mouths. But there are also other rivers, which, though not being equal to the Nile in size, have accomplished great works; of which I can tell the names of others and not least of the Achelous, which, flowing through Acarnania and emptying into the sea, has already turned half of the Echinades islands into mainland.