§1.96.1ἐόντων δὲ αὐτονόμων πάντων ἀνὰ τὴν ἤπειρον, ὧδε αὖτις ἐς τυραννίδα περιῆλθον.
\nWhile all those throughout the continent were self-governing, they fell back into tyranny in the following manner.
ἀνὴρ ἐν τοῖσι Μήδοισι ἐγένετο σοφὸς τῷ οὔνομα ἦν Δηιόκης, παῖς δʼ ἦν Φραόρτεω. §1.96.2οὗτος ὁ Δηιόκης ἐρασθεὶς τυραννίδος ἐποίεε τοιάδε.
There was among the Medes a wise man named Deioces, who was the son of Phraortes.\n\nThis Deioces, desiring tyranny, did as follows.
κατοικημένων τῶν Μήδων κατὰ κώμας, ἐν τῇ ἑωυτοῦ ἐὼν καὶ πρότερον δόκιμος καὶ μᾶλλόν τι καὶ προθυμότερον δικαιοσύνην ἐπιθέμενος ἤσκεε· καὶ ταῦτα μέντοι ἐούσης ἀνομίης πολλῆς ἀνὰ πᾶσαν τὴν Μηδικὴν ἐποίεε, ἐπιστάμενος ὅτι τῷ δικαίῳ τὸ ἄδικον πολέμιον ἐστί.
Since the Medes lived scattered in villages, and he, being already a man of good repute in his own village, began to practice justice even more eagerly and intensively; and indeed he did this even though there was great lawlessness throughout the whole of Media, knowing that the unjust is enemy to the just.
οἱ δʼ ἐκ τῆς αὐτῆς κώμης Μῆδοι ὁρῶντες αὐτοῦ τοὺς τρόπους δικαστήν μιν ἑωυτῶν αἱρέοντο.
The Medes of the same village, seeing his character, chose him as their judge.
ὁ δὲ δή, οἷα μνώμενος ἀρχήν, ἰθύς τε καὶ δίκαιος ἦν, §1.96.3ποιέων τε ταῦτα ἔπαινον εἶχε οὐκ ὀλίγον πρὸς τῶν πολιητέων, οὕτω ὥστε πυνθανόμενοι οἱ ἐν τῇσι ἄλλῃσι κώμῃσι ὡς Δηιόκης εἴη ἀνὴρ μοῦνος κατὰ τὸ ὀρθὸν δικάζων, πρότερον περιπίπτοντες ἀδίκοισι γνώμῃσι, τότε ἐπείτε ἤκουσαν ἄσμενοι, ἐφοίτων παρὰ τὸν Δηιόκεα καὶ αὐτοὶ δικασόμενοι, τέλος δὲ οὐδενὶ ἄλλῳ ἐπετράποντο.
And he, as one who was courting power, was upright and just.\n\nBy doing this, he won no small praise from his fellow citizens, so that when those in the other villages heard that Deioces was the only man who judged according to what was right—having previously suffered from unjust decisions—they then gladly went to Deioces of their own accord to have their disputes settled, and in the end they would entrust themselves to no one else.