§1.94.1Λυδοὶ δὲ νόμοισι μὲν παραπλησίοισι χρέωνται καὶ Ἕλληνές, χωρὶς ἢ ὅτι τὰ θήλεα τέκνα καταπορνεύουσι, πρῶτοι δὲ ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν νόμισμα χρυσοῦ καὶ ἀργύρου κοψάμενοι ἐχρήσαντο, πρῶτοι δὲ καὶ κάπηλοι ἐγένοντο.
吕底亚人所使用的风俗习惯与希腊人十分相似,除了他们让自己的女儿从事卖淫这一特征之外;在我们所知道的人类中,他们是第一个铸造并使用金银货币的人,也是第一个成为零售商贩的人。
§1.94.2φασὶ δὲ αὐτοὶ Λυδοὶ καὶ τὰς παιγνίας τὰς νῦν σφίσι τε καὶ Ἕλλησι κατεστεώσας ἑωυτῶν ἐξεύρημα γενέσθαι· ἅμα δὲ ταύτας τε ἐξευρεθῆναι παρὰ σφίσι λέγουσι καὶ Τυρσηνίην ἀποικίσαι, ὧδε περὶ αὐτῶν λέγοντες.
吕底亚人自己声称,如今在他们和希腊人之间盛行的各种游戏也是他们自己的发明;他们说,这些游戏是在他们向第勒尼安(伊特鲁里亚)移民的同时发明的,关于此事他们是这样说的。
§1.94.3ἐπὶ Ἄτυος τοῦ Μάνεω βασιλέος σιτοδείην ἰσχυρὴν ἀνὰ τὴν Λυδίην πᾶσαν γενέσθαι, καὶ τοὺς Λυδοὺς τέως μὲν διάγειν λιπαρέοντας, μετὰ δὲ ὡς οὐ παύεσθαι, ἄκεα δίζησθαι, ἄλλον δὲ ἄλλο ἐπιμηχανᾶσθαι αὐτῶν.
在马内斯的儿子阿提斯国王统治时期,整个吕底亚土地上发生了严重的饥荒。 吕底亚人起初还能耐心忍受度日,但后来饥荒仍未停止,他们便寻求解决办法,人人各显神通、各出奇招。
ἐξευρεθῆναι δὴ ὦν τότε καὶ τῶν κύβων καὶ τῶν ἀστραγάλων καὶ τῆς σφαίρης καὶ τῶν ἀλλέων πασέων παιγνιέων τὰ εἴδεα, πλὴν πεσσῶν τούτων γὰρ ὦν τὴν ἐξεύρεσιν οὐκ οἰκηιοῦνται Λυδοί.
正是在那时,骰子、抓子(踝骨)、球类以及除棋戏(佩索伊)之外的所有其他游戏都被发明了出来;因为只有这项棋戏的发明,吕底亚人并不归功于自己。
§1.94.4ποιέειν δὲ ὧδε πρὸς τὸν λιμὸν ἐξευρόντας, τὴν μὲν ἑτέρην τῶν ἡμερέων παίζειν πᾶσαν, ἵνα δὴ μὴ ζητέοιεν σιτία, τὴν δὲ ἑτέρην σιτέεσθαι παυομένους τῶν παιγνιέων.
发明了这些游戏后,他们针对饥荒采取了如下做法:其中一天他们整日玩游戏,以便不去寻找食物;而次日他们则停止游戏,进行进食。
τοιούτῳ τρόπῳ διάγειν ἐπʼ ἔτεα δυῶν δέοντα εἴκοσι.
他们以这种方式度过了十八年。
§1.94.5ἐπείτε δὲ οὐκ ἀνιέναι τὸ κακὸν ἀλλʼ ἔτι ἐπὶ μᾶλλον βιάζεσθαι οὕτω δὴ τὸν βασιλέα αὐτῶν δύο μοίρας διελόντα Λυδῶν πάντων κληρῶσαι τὴν μὲν ἐπὶ μόνῃ τὴν δὲ ἐπὶ ἐξόδῳ ἐκ τῆς χώρης, καὶ ἐπὶ μὲν τῇ μένειν αὐτοῦ λαγχανούσῃ τῶν μοιρέων ἑωυτὸν τὸν βασιλέα προστάσσειν, ἐπὶ δὲ τῇ ἀπαλλασσομένῃ τὸν ἑωυτοῦ παῖδα, τῷ οὔνομα εἶναι Τυρσηνόν.
然而,当灾祸不见减轻、反而更加剧烈地逼迫他们时,他们的国王便将所有吕底亚人分成两部分并进行抽签,一部分留在国内,另一部分迁出该国;他亲自担任抽签留下那部分人的首领,而让自己的儿子担任离去那部分人的首领,他儿子的名字叫作第勒尼。
§1.94.6λαχόντας δὲ αὐτῶν τοὺς ἑτέρους ἐξιέναι ἐκ τῆς χώρης καταβῆναι ἐς Σμύρνην καὶ μηχανήσασθαι πλοῖα, ἐς τὰ ἐσθεμένους τὰ πάντα ὅσα σφι ἦν χρηστὰ ἐπίπλοα, ἀποπλέειν κατὰ βίου τε καὶ γῆς ζήτησιν, ἐς ὃ ἔθνεα πολλὰ παραμειψαμένους ἀπικέσθαι ἐς Ὀμβρικούς, ἔνθα σφέας ἐνιδρύσασθαι πόλιας καὶ οἰκέειν τὸ μέχρι τοῦδε.
那些抽中离开该国的人便下到斯弥尔纳,建造了船只,把他们所有有用的家当都装上船,然后扬帆起航去寻找生计和土地;直到他们经过了许多民族,来到了翁布里亚人那里,并在那里建立了城市,一直居住到今天。
§1.94.7ἀντὶ δὲ Λυδῶν μετονομασθῆναι αὐτοὺς ἐπὶ τοῦ βασιλέος τοῦ παιδός, ὅς σφεας ἀνήγαγε, ἐπὶ τούτου τὴν ἐπωνυμίην ποιευμένους ὀνομασθῆναι Τυρσηνούς.
并且,他们用带领他们出来的国王儿子的名字取代了吕底亚人的称呼,以他的名字来命名自己,被称为第勒尼安人。
Λυδοὶ μὲν δὴ ὑπὸ Πέρσῃσι ἐδεδούλωντο.
至此,吕底亚人便在波斯人的统治下沦为了奴隶。