§1.93.1θώματα δὲ γῆ ἡ Λυδίη ἐς συγγραφὴν οὐ μάλα ἔχει, οἷά τε καὶ ἄλλη χώρη, πάρεξ τοῦ ἐκ τοῦ Τμώλου καταφερομένου ψήγματος.
除去从特摩罗斯山冲刷下来的砂金之外,吕底亚土地并没有太多值得记述的奇观,就像其他许多国家一样。
§1.93.2ἓν δὲ ἔργον πολλὸν μέγιστον παρέχεται χωρὶς τῶν τε Αἰγυπτίων ἔργων καὶ τῶν Βαβυλωνίων· ἔστι αὐτόθι Ἀλυάττεω τοῦ Κροίσου πατρὸς σῆμα, τοῦ ἡ κρηπὶς μὲν ἐστὶ λίθων μεγάλων, τὸ δὲ ἄλλο σῆμα χῶμα γῆς.
但除了埃及人和巴比伦人的工程之外,这里有一座显而易见是最大的一项工程;那就是克罗伊斯的父亲阿利亚梯的陵墓,其基石是用巨石筑成,而陵墓的其他部分则是土堆。
ἐξεργάσαντο δέ μιν οἱ ἀγοραῖοι ἄνθρωποι καὶ οἱ χειρώνακτες καὶ αἱ ἐνεργαζόμεναι παιδίσκαι.
建造它的是市场上的商贩、手工业者以及以此谋生的年轻女子。
§1.93.3οὖροι δὲ πέντε ἐόντες ἔτι καὶ ἐς ἐμὲ ἦσαν ἐπὶ τοῦ σήματος ἄνω, καί σφι γράμματα ἐνεκεκόλαπτο τὰ ἕκαστοι ἐξεργάσαντο, καὶ ἐφαίνετο μετρεόμενον τὸ τῶν παιδισκέων ἔργον ἐὸν μέγιστον.
直到我的时代,陵墓上方仍立有五个界石,上面刻有文字,标明了各方所完成的工程量;经过测量,显然这些年轻女子的工作量是最大的。
§1.93.4τοῦ γὰρ δὴ Λυδῶν δήμου αἱ θυγατέρες πορνεύονται πᾶσαι, συλλέγουσαι σφίσι φερνάς, ἐς ὃ ἂν συνοικήσωσι τοῦτο ποιέουσαι· ἐκδιδοῦσι δὲ αὐταὶ ἑωυτάς.
因为吕底亚平民的所有女儿都从事卖淫,以此为自己积攒嫁妆,直到她们结婚为止;而且她们是自己决定将自己嫁出去的。
§1.93.5ἡ μὲν δὴ περίοδος τοῦ σήματός εἰσὶ στάδιοι ἓξ καὶ δύο πλέθρα, τὸ δὲ εὖρος ἐστὶ πλέθρα τρία καὶ δέκα.
陵墓的周长是六斯塔德又二普勒特龙,宽度为十三普勒特龙。
λίμνη δὲ ἔχεται τοῦ σήματος μεγάλη, τὴν λέγουσι Λυδοὶ ἀείναον εἶναι· καλέεται δὲ αὕτη Γυγαίη.
与陵墓相邻的是一个巨大的湖泊,吕底亚人称其为永不干涸之湖;此湖被称为居盖亚湖。
τοῦτο μὲν δὴ τοιοῦτο ἐστί.
关于此事,情况便是如此。