§1.92.1Κροίσῳ δὲ ἐστὶ ἄλλα ἀναθήματα ἐν τῇ Ἑλλάδι πολλὰ καὶ οὐ τὰ εἰρημένα μοῦνα.
克罗伊斯在希腊还有许多其他的奉纳品,而不仅仅是前面所提到的那些。
ἐν μὲν γὰρ Θήβῃσι τῇσι Βοιωτῶν τρίπους χρύσεος, τὸν ἀνέθηκέ τῷ Ἀπόλλωνι τῷ Ἰσμηνίῳ, ἐν δὲ Ἐφέσῳ αἵ τε βόες αἱ χρύσεαι καὶ τῶν κιόνων αἱ πολλαί, ἐν δὲ Προνηίης τῆς ἐν Δελφοῖσι ἀσπὶς χρυσέη μεγάλη.
因为在波奥提亚的底比斯有一尊黄金三脚釜,是他献给伊斯墨尼奥斯阿波罗的;在以弗所有黄金牝牛和许多圆柱;在德尔斐的普罗奈亚神庙有一面巨大的黄金盾牌。
ταῦτα μὲν καὶ ἔτι ἐς ἐμὲ ἦν περιεόντα, τὰ δʼ ἐξαπόλωλε τῶν ἀναθημάτων·
这些直到我的时代依然保存着,但奉纳品中的其他一些已经遗失了。
§1.92.2τὰ δʼ ἐν Βραγχίδῃσι τῇσι Μιλησίων ἀναθήματα Κροίσῳ, ὡς ἐγὼ πυνθάνομαι, ἴσα τε σταθμὸν καὶ ὅμοια τοῖσι ἐν Δελφοῖσι τὰ μέν νυν ἔς τε Δελφοὺς καὶ ἐς τοῦ Ἀμφιάρεω ἀνέθηκε οἰκήιά τε ἐόντα καὶ τῶν πατρωίων χρημάτων ἀπαρχήν· τὰ δὲ ἄλλα ἀναθήματα ἐξ ἀνδρὸς ἐγένετο οὐσίης ἐχθροῦ, ὅς οἱ πρὶν ἢ βασιλεῦσαι ἀντιστασιώτης κατεστήκεε, συσπεύδων Πανταλέοντι γενέσθαι τὴν Λυδῶν ἀρχήν.
而据我所知,克罗伊斯在米利都人领地的布兰基代所作的奉纳品,在重量上等同于德尔斐的那些,且形状相似。 他献给德尔斐和阿姆菲阿拉俄斯神庙的那些奉纳品,是他本人的私有财产,也是他父祖财产的初熟之物;但其余的奉纳品则来自于一个敌人的财产,此人在克罗伊斯即位之前曾是他的政敌,竭力协助潘塔雷翁夺取吕底亚的统治权。
§1.92.3ὁ δὲ Πανταλέων ἦν Ἀλυάττεω μὲν παῖς, Κροίσου δὲ ἀδελφεὸς οὐκ ὁμομήτριος· Κροῖσος μὲν γὰρ ἐκ Καείρης ἦν γυναικὸς Ἀλυάττῃ, Πανταλέων δὲ ἐξ Ἰάδος.
这位潘塔雷翁是阿利亚梯的儿子,也是克罗伊斯异母同父的兄弟;因为克罗伊斯是阿利亚梯与一名卡里亚妇女所生,而潘塔雷翁是与一名爱奥尼亚妇女所生。
§1.92.4ἐπείτε δὲ δόντος τοῦ πατρὸς ἐκράτησε τῆς ἀρχῆς ὁ Κροῖσος, τὸν ἄνθρωπον τὸν ἀντιπρήσσοντα ἐπὶ κνάφου ἕλκων διέφθειρε, τὴν δὲ οὐσίην αὐτοῦ ἔτι πρότερον κατιρώσας τότε τρόπῳ τῷ εἰρημένῳ ἀνέθηκε ἐς τὰ εἴρηται.
在父亲把王位交给他、克罗伊斯掌握了统治权之后,他把那个反对他的男人拖在起毛机上折磨致死。 而此人的财产,他早已在此之前决定将其奉献给神,于是在那时便以上述方式,将其奉献给了前面提到的那些神庙。
καὶ περὶ μὲν ἀναθημάτων τοσαῦτα εἰρήσθω.
关于奉纳品,姑且就说这么多吧。