Humanitext Reader

希罗多德 · 历史 §1.90.1-1.90.4

克罗伊斯请求送脚镣至德尔斐质问神谕

第 90 段,共 1577 段 · 希腊语

内容简介

居鲁士欣然采纳了克罗伊斯的建议并询问他想要的奖赏。克罗伊斯请求允许将脚镣送往德尔斐以质问欺骗他的神明,并派遣了吕底亚使者。

§1.90.1ταῦτα ἀκούων ὁ Κῦρος ὑπερήδετο, ὥς οἱ ἐδόκεε εὖ ὑποτίθεσθαι·
居鲁士听到这些,感到非常高兴,因为在他看来克罗伊斯提出了极好的建议。
αἰνέσας δὲ πολλά, καὶ ἐντειλάμενος τοῖσι δορυφόροισι τὰ Κροῖσος ὑπεθήκατο ἐπιτελέειν, εἶπε πρὸς Κροῖσον τάδε. Κροῖσε, ἀναρτημένου σεῦ ἀνδρὸς βασιλέος χρηστὰ ἔργα καὶ ἔπεα ποιέειν, αἰτέο δόσιν ἥντινα βούλεαί τοι γενέσθαι παραυτίκα.
居鲁士极力赞扬了他,并命令卫士们执行克罗伊斯所建议的事情,然后对克罗伊斯说: “克罗伊斯啊,既然你这样一个具有国王器量的人立志要做有益的事、说有益的话,那就请你提出任何你希望立刻得到的恩赐吧。
§1.90.2ὁ δὲ εἶπε ὦ δέσποτα, ἐάσας με χαριεῖ μάλιστα τὸν θεὸν τῶν Ἑλλήνων, τὸν ἐγὼ ἐτίμησα θεῶν μάλιστα, ἐπειρέσθαι πέμψαντα τάσδε τὰς πέδας, εἰ ἐξαπατᾶν τοὺς εὖ ποιεῦντας νόμος ἐστί οἱ.
” 克罗伊斯回答说: “主公,如果您允许我把这些脚镣送给希腊人的神——那是我在众神中最尊崇的神,并质问他,欺骗那些善待他的人是否是他的规矩,那将是对我最大的恩赐。
Κῦρος δὲ εἴρετο ὅ τι οἱ τοῦτο ἐπηγορέων παραιτέοιτο.
” 居鲁士便问他,他控诉那神明什么,以至于要提出这样的请求。
§1.90.3Κροῖσος δέ οἱ ἐπαλιλλόγησε πᾶσαν τὴν ἑωυτοῦ διάνοιαν καὶ τῶν χρηστηρίων τὰς ὑποκρίσιας καὶ μάλιστα τὰ ἀναθήματα, καὶ ὡς ἐπαερθεὶς τῷ μαντηίῳ ἐστρατεύσατο ἐπὶ Πέρσας·
于是克罗伊斯向他详细重述了自己的全部意图、神谕的解答,尤其是那些献纳物,以及他如何因受到神谕的鼓舞而对波斯宣战。
λέγων δὲ ταῦτα κατέβαινε αὖτις παραιτεόμενος ἐπεῖναί οἱ τῷ θεῷ τοῦτο ὀνειδίσαι.
在讲述这些的时候,他最终又回到了请求允许他用这件事去羞辱那神明的层面上。
Κῦρος δὲ γελάσας εἶπε καὶ τούτου τεύξεαι παρʼ ἐμεῦ, Κροῖσε, καὶ ἄλλου παντὸς τοῦ ἂν ἑκάστοτε δέῃ.
居鲁士笑着说: “克罗伊斯,这件事我会满足你,而且今后无论你何时需要其他任何东西,你也都会得到。
§1.90.4ὡς δὲ ταῦτα ἤκουσε ὁ Κροῖσος, πέμπων τῶν Λυδῶν ἐς Δελφοὺς ἐνετέλλετο τιθέντας τὰς πέδας ἐπὶ τοῦ νηοῦ τὸν οὐδὸν εἰρωτᾶν εἰ οὔ τι ἐπαισχύνεται τοῖσι μαντηίοισι ἐπαείρας Κροῖσον στρατεύεσθαι ἐπὶ Πέρσας ὡς καταπαύσοντα τὴν Κύρου δύναμιν, ἀπʼ ἧς οἱ ἀκροθίνια τοιαῦτα γενέσθαι, δεικνύντας τὰς πέδας·
” 克罗伊斯听到这些话后,便派了一些吕底亚人去德尔斐,吩咐他们把脚镣放在神殿的门槛上,并指着脚镣质问神明:神明用神谕鼓舞克罗伊斯去攻打波斯,说这样能消灭居鲁士的势力,结果他得到的战利品却只是这副脚镣,神明对此难道不感到一丝羞愧吗?
ταῦτά τε ἐπειρωτᾶν, καὶ εἰ ἀχαρίστοισι νόμος εἶναι τοῖσι Ἑλληνικοῖσι θεοῖσι.
他吩咐他们查问此事,并询问恩将仇报是否是希腊众神的规矩。

词汇与语法注释

  1. 1.90.1ἀναρτημένου σεῦ — 使用 `ἀναρτάω` 的中被动完成分词 `ἀναρτημένος`(爱奥尼亚方言,对应雅典方言的 `ἀνηρτημένος`)的属格独立结构。在此接不定式(此处为 `ποιέειν`),意为“决心做……”或“专心于……”。
  2. 1.90.2ἐάσας με χαριεῖ — 不定过去时分词 `ἐάσας` 具有条件含义(“如果您允许我”),与主句动词 `χαριεῖ`(`χαρίζομαι`/`χαριέομαι` 的第二人称单数将来时中动式)相呼应,构成将来条件句。
  3. 1.90.3κατέβαινε αὖτις — 动词 `καταβαίνω`(字面意为“下去”)的未完成过去时,在此处作比喻性用法,指在一番陈述后“最终落脚于”或“重新归结到”原先的诉求上。
  4. 1.90.4ἀπʼ ἧς οἱ ἀκροθίνια τοιαῦτα γενέσθαι — 由关系代词 `ἧς`(先行词指代远征 `στρατεύεσθαι`)引导的关系从句。由于处于受 `ενετέλλετο` 支配的间接引语中,因此这里使用了不定式 `γενέσθαι` 而非限定动词。

引用这一段

希罗多德, 历史 §1.90.1-1.90.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.90.1-1.90.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。