§1.90.1ταῦτα ἀκούων ὁ Κῦρος ὑπερήδετο, ὥς οἱ ἐδόκεε εὖ ὑποτίθεσθαι·
これを聞いてキュロスは大いに喜んだ。 彼には(クロイソスが)優れた提案をしていると思われたからである。
αἰνέσας δὲ πολλά, καὶ ἐντειλάμενος τοῖσι δορυφόροισι τὰ Κροῖσος ὑπεθήκατο ἐπιτελέειν, εἶπε πρὸς Κροῖσον τάδε.
彼は大いに(クロイソスを)称賛し、また護衛兵たちにクロイソスが提案したことを実行するように命じた上で、クロイソスに次のように言った。
Κροῖσε, ἀναρτημένου σεῦ ἀνδρὸς βασιλέος χρηστὰ ἔργα καὶ ἔπεα ποιέειν, αἰτέο δόσιν ἥντινα βούλεαί τοι γενέσθαι παραυτίκα.
「クロイソスよ、王たる人物であるお前が有益な行いと言葉をなす決意をしているのだから、今すぐお前に与えられることを望む贈り物を何でも求めよ。
§1.90.2ὁ δὲ εἶπε
ὦ δέσποτα, ἐάσας με χαριεῖ μάλιστα τὸν θεὸν τῶν Ἑλλήνων, τὸν ἐγὼ ἐτίμησα θεῶν μάλιστα, ἐπειρέσθαι πέμψαντα τάσδε τὰς πέδας, εἰ ἐξαπατᾶν τοὺς εὖ ποιεῦντας νόμος ἐστί οἱ.
」すると彼は言った。 「主人よ、私が最も尊んできたギリシア人の神に、この足枷を送り、自分を良く扱ってくれる者たちを騙すのが彼(その神)の習わしなのかと問い尋ねることを、私に許してくだされば、あなたは私を最も喜ばせることになります。
Κῦρος δὲ εἴρετο ὅ τι οἱ τοῦτο ἐπηγορέων παραιτέοιτο.
」しかしキュロスは、彼が神の何をとがめてそのような願い事をするのかと尋ねた。
§1.90.3Κροῖσος δέ οἱ ἐπαλιλλόγησε πᾶσαν τὴν ἑωυτοῦ διάνοιαν καὶ τῶν χρηστηρίων τὰς ὑποκρίσιας καὶ μάλιστα τὰ ἀναθήματα, καὶ ὡς ἐπαερθεὶς τῷ μαντηίῳ ἐστρατεύσατο ἐπὶ Πέρσας·
そこでクロイソスは彼に、自身の計画のすべて、神託の返答、とりわけ捧げ物のこと、そしてどのように自分が神託にそそのかされてペルシア人に遠征したかを繰り返し語った。
λέγων δὲ ταῦτα κατέβαινε αὖτις παραιτεόμενος ἐπεῖναί οἱ τῷ θεῷ τοῦτο ὀνειδίσαι.
そしてこれらのことを語りながら、彼は再び、その神にこのことを非難して責めるのを自分に許してほしいという願いへと話を戻した。
Κῦρος δὲ γελάσας εἶπε
καὶ τούτου τεύξεαι παρʼ ἐμεῦ, Κροῖσε, καὶ ἄλλου παντὸς τοῦ ἂν ἑκάστοτε δέῃ.
キュロスは笑って言った。 「クロイソスよ、お前は私からこの願いも聞き入れられるであろうし、他にいかなる時に必要となるすべてのことも得られるであろう。
§1.90.4ὡς δὲ ταῦτα ἤκουσε ὁ Κροῖσος, πέμπων τῶν Λυδῶν ἐς Δελφοὺς ἐνετέλλετο τιθέντας τὰς πέδας ἐπὶ τοῦ νηοῦ τὸν οὐδὸν εἰρωτᾶν εἰ οὔ τι ἐπαισχύνεται τοῖσι μαντηίοισι ἐπαείρας Κροῖσον στρατεύεσθαι ἐπὶ Πέρσας ὡς καταπαύσοντα τὴν Κύρου δύναμιν, ἀπʼ ἧς οἱ ἀκροθίνια τοιαῦτα γενέσθαι, δεικνύντας τὰς πέδας·
」クロイソスはこれを聞くと、リュディア人たちをデルポイに派遣し、神殿の敷居の上に足枷を置きながら、次のように尋ねるように命じた。 すなわち、クロイソスを神託によってそそのかし、キュロスの力を滅ぼすつもりでペルシア人に遠征させ、その結果としてこのような戦利品(=足枷)を彼が得るにいたったことについて、少しも恥ずかしく思わないのか、と、その足枷を示しながら(尋ねるように命じた)。
ταῦτά τε ἐπειρωτᾶν, καὶ εἰ ἀχαρίστοισι νόμος εἶναι τοῖσι Ἑλληνικοῖσι θεοῖσι.
そして、これらのことを問い尋ねるとともに、恩知らずであることがギリシアの神々の習わしなのかどうかをも尋ねるように命じた。