§1.89.1Κύρῳ δὲ ἐπιμελὲς ἐγένετο τὰ Κροῖσος εἶπε·
克罗伊斯所说的话引起了居鲁士的重视。
μεταστησάμενος δὲ τοὺς ἄλλους, εἴρετο Κροῖσον ὅ τι οἱ ἐνορῴη ἐν τοῖσι ποιευμένοισι.
居鲁士屏退了其他人,私下询问克罗伊斯,对眼前正在发生的事情有什么看法。
ὁ δὲ εἶπε
ἐπείτε με θεοὶ ἔδωκαν δοῦλον σοί, δικαιῶ, εἴ τι ἐνορέω πλέον, σημαίνειν σοί.
克罗伊斯回答说: “既然神明已将我作为奴隶赐给了您,如果我能看出什么更深层的门道,理应向您指明。
§1.89.2Πέρσαι φύσιν ἐόντες ὑβρισταὶ εἰσὶ ἀχρήματοι.
波斯人天性傲慢,且没有财富。
ἢν ὦν σὺ τούτους περιίδῃς διαρπάσαντας καὶ κατασχόντας χρήματα μεγάλα, τάδε τοὶ ἐξ αὐτῶν ἐπίδοξα γενέσθαι. ὃς ἂν αὐτῶν πλεῖστα κατάσχῃ, τοῦτον προσδέκεσθαί τοι ἐπαναστησόμενον.
因此,如果您听任他们抢夺并占有巨额财富,您就得提防他们产生如下后果:他们中占有最多财物的人,您就得预料到他会起来反叛您。
νῦν ὦν ποίησον ὧδε, εἲ τοι ἀρέσκει τὰ ἐγὼ λέγω· §1.89.3κάτισον τῶν δορυφόρων ἐπὶ πάσῃσι τῇσι πύλῃσι φυλάκους, οἳ λεγόντων πρὸς τοὺς ἐκφέροντας τὰ χρήματα ἀπαιρεόμενοι ὡς σφέα ἀναγκαίως ἔχει δεκατευθῆναι τῷ Διί.
所以现在,如果您同意我的看法,请照这样做:在所有的城门口,从您的卫士中派驻看守,让他们向那些正往外运送财物的人收缴这些东西,并对他们说,这些东西必须按规定将十分之一献给宙斯。
καὶ σύ τέ σφι οὐκ ἀπεχθήσεαι βίῃ ἀπαιρεόμενος τὰ χρήματα, καὶ ἐκεῖνοι συγγνόντες ποιέειν σε δίκαια ἑκόντες προήσουσι.
这样一来,您既不会因为强行没收财物而招致他们的怨恨,他们也会理解您做的是公正的事,从而心甘情愿地交出来。 ”