§1.87.1ἐνθαῦτα λέγεται ὑπὸ Λυδῶν Κροῖσον μαθόντα τὴν Κύρου μετάγνωσιν, ὡς ὥρα πάντα μὲν ἄνδρα σβεννύντα τὸ πῦρ, δυναμένους δὲ οὐκέτι καταλαβεῖν, ἐπιβώσασθαι τὸν Ἀπόλλωνα ἐπικαλεόμενον, εἴ τί οἱ κεχαρισμένον ἐξ αὐτοῦ ἐδωρήθη, παραστῆναι καὶ ῥύσασθαι αὐτὸν ἐκ τοῦ παρεόντος κακοῦ.
在此,据吕底亚人传说,克罗伊斯得知了居鲁士的悔意,当他看到众人皆在灭火、却已无法控制火势时,便大声呼求阿波罗,祈求神明如果曾从他那里接受过任何令人悦纳的礼物,就请降临并救他脱离眼前的灾难。
§1.87.2τὸν μὲν δακρύοντα ἐπικαλέεσθαι τὸν θεόν, ἐκ δὲ αἰθρίης τε καὶ νηνεμίης συνδραμεῖν ἐξαπίνης νέφεα καὶ χειμῶνά τε καταρραγῆναι καὶ ὗσαι ὕδατι λαβροτάτῳ, κατασβεσθῆναί τε τὴν πυρήν.
他正流着泪向神明祈求,晴朗无风的天空突然浓云密布,暴风雨骤然降临,倾盆大雨倾泻而下,将柴堆的烈火彻底浇灭。
οὕτω δὴ μαθόντα τὸν Κῦρον ὡς εἴη ὁ Κροῖσος καὶ θεοφιλὴς καὶ ἀνὴρ ἀγαθός, καταβιβάσαντα αὐτὸν ἀπὸ τῆς πυρῆς εἰρέσθαι τάδε. §1.87.3Κροῖσε, τίς σε ἀνθρώπων ἀνέγνωσε ἐπὶ γῆν τὴν ἐμὴν στρατευσάμενον πολέμιον ἀντὶ φίλου ἐμοὶ καταστῆναι;
居鲁士至此确知克罗伊斯既是深受神宠之人,也是一位义人,便命人将他从柴堆上放下来,并问道: “克罗伊斯,究竟是谁说服你对我的土地发动战争,使你与我为敌而非为友?
ὁ δὲ εἶπε
ὦ βασιλεῦ, ἐγὼ ταῦτα ἔπρηξα τῇ σῇ μὲν εὐδαιμονίῃ, τῇ ἐμεωυτοῦ δὲ κακοδαιμονίῃ, αἴτιος δὲ τούτων ἐγένετο ὁ Ἑλλήνων θεὸς ἐπαείρας ἐμὲ στρατεύεσθαι.
” 他回答说: “王啊,我做这件事,成了你的幸运,却成了我自己的不幸,而这一切的罪魁祸首是希腊人的神,是他鼓动我发动了这场远征。
§1.87.4οὐδεὶς γὰρ οὕτω ἀνόητος ἐστὶ ὅστις πόλεμον πρὸ εἰρήνης αἱρέεται· ἐν μὲν γὰρ τῇ οἱ παῖδες τοὺς πατέρας θάπτουσι, ἐν δὲ τῷ οἱ πατέρες τοὺς παῖδας.
因为没有一个人会愚蠢到选择战争而非和平;在和平时期,孩子为父亲送终,而在战争时期,父亲却要埋葬孩子。
ἀλλὰ ταῦτα δαίμοσί κου φίλον ἦν οὕτω γενέσθαι.
然而,这大概是神明乐于见到如此发生吧。 ”