Humanitext Reader

希罗多德 · 历史 §1.82.1-1.82.8

斯巴达与阿尔戈斯争夺锡里亚之战

第 82 段,共 1577 段 · 希腊语

内容简介

克罗伊索斯请求斯巴达援助之时,斯巴达正与阿尔戈斯为锡里亚领土发生争端,双方通过三百人决斗及随后的全面战争,最终斯巴达获得胜利。

§1.82.1ἔς τε δὴ ὦν τὰς ἄλλας ἔπεμπε συμμαχίας καὶ δὴ καὶ ἐς Λακεδαίμονα.
因此,他向其他盟国派出了使者,尤其是向拉刻代蒙。
τοῖσι δὲ καὶ αὐτοῖσι τοῖσι Σπαρτιήτῃσι κατʼ αὐτὸν τοῦτον τὸν χρόνον συνεπεπτώκεε ἔρις ἐοῦσα πρὸς Ἀργείους περὶ χώρου καλεομένου Θυρέης·
而就在这同一个时期,斯巴达人自己也与阿尔戈斯人发生了一场争端,争端的起因是一块被称为锡里亚的土地。
§1.82.2τὰς γὰρ Θυρέας ταύτας ἐούσας τῆς Ἀργολίδος μοίρης ἀποταμόμενοι ἔσχον οἱ Λακεδαιμόνιοι.
因为这块本属于阿尔戈斯领地的锡里亚,被拉刻代蒙人割占并占领。
ἦν δὲ καὶ ἡ μέχρι Μαλέων ἡ πρὸς ἑσπέρην Ἀργείων, ἥ τε ἐν τῇ ἠπείρῳ χώρῇ καὶ ἡ Κυθηρίη νῆσος καὶ αἱ λοιπαὶ τῶν νήσων.
此外,西至马勒阿的领土也曾属于阿尔戈斯人,这既包括大陆上的土地,也包括基西拉岛以及其他岛屿。
§1.82.3βοηθησάντων δὲ Ἀργείων τῇ σφετέρῃ ἀποταμνομένῃ, ἐνθαῦτα συνέβησαν ἐς λόγους συνελθόντες ὥστε τριηκοσίους ἑκατέρων μαχέσασθαι, ὁκότεροι δʼ ἂν περιγένωνται, τούτων εἶναι τὸν χῶρον· τὸ δὲ πλῆθος τοῦ στρατοῦ ἀπαλλάσσεσθαι ἑκάτερον ἐς τὴν ἑωυτοῦ μηδὲ παραμένειν ἀγωνιζομένων, τῶνδε εἵνεκεν ἵνα μὴ παρεόντων τῶν στρατοπέδων ὁρῶντες οἱ ἕτεροι ἑσσουμένους τοὺς σφετέρους ἀπαμύνοιεν.
当阿尔戈斯人前来援救他们被割占的土地时,双方举行了会谈并达成协议:双方各派三百人进行决斗,胜出的一方将拥有这块土地;而双方的大军则退回各自的国土,决斗期间不得留守在场,这样做是为了防止一旦大军在场,任何一方在看到己方人员败退时都会上前救援。
§1.82.4συνθέμενοι ταῦτα ἀπαλλάσσοντο, λογάδες δὲ ἑκατέρων ὑπολειφθέντες συνέβαλον.
达成协议后,大军撤离,双方留下的选拔人员交火。
μαχομένων δὲ σφέων καὶ γινομένων ἰσοπαλέων ὑπελείποντο ἐξ ἀνδρῶν ἑξακοσίων τρεῖς, Ἀργείων μὲν Ἀλκήνωρ τε καὶ Χρομίος, Λακεδαιμονίων δὲ Ὀθρυάδης·
双方战斗旗鼓相当,六百人中最后仅剩下三人:阿尔戈斯人阿尔凯诺和克罗米奥斯,以及拉刻代蒙人奥斯里阿底斯。
ὑπελείφθησαν δὲ οὗτοι νυκτὸς ἐπελθούσης.
当夜幕降临时,只留下了他们。
§1.82.5οἱ μὲν δὴ δύο τῶν Ἀργείων ὡς νενικηκότες ἔθεον ἐς τὸ Ἄργος, ὁ δὲ τῶν Λακεδαιμονίων Ὀθρυάδης σκυλεύσας τοὺς Ἀργείων νεκροὺς καὶ προσφορήσας τὰ ὅπλα πρὸς τὸ ἑωυτοῦ στρατόπεδον ἐν τῇ τάξι εἶχε ἑωυτόν.
阿尔戈斯人的那两人以为自己获胜,便跑回阿尔戈斯;而拉刻代蒙人奥斯里阿底斯则剥去了阿尔戈斯人尸体上的铠甲,把这些武器运回自己的军营,并留守在自己的阵地上。
ἡμέρῃ δὲ δευτέρῃ παρῆσαν πυνθανόμενοι ἀμφότεροι.
第二天,双方大军都来打听结果。
§1.82.6τέως μὲν δὴ αὐτοὶ ἑκάτεροι ἔφασαν νικᾶν, λέγοντες οἳ μὲν ὡς ἑωυτῶν πλεῦνες περιγεγόνασι, οἳ δὲ τοὺς μὲν ἀποφαίνοντες πεφευγότας, τὸν δὲ σφέτερον παραμείναντα καὶ σκυλεύσαντα τοὺς ἐκείνων νεκρούς·
起初,双方都声称自己获胜,一方说己方幸存的人数更多,另一方则指出对方的人已经逃跑,而己方的人留守在原处并剥取了对方死者的武器。
§1.82.7τέλος δὲ ἐκ τῆς ἔριδος συμπεσόντες ἐμάχοντο, πεσόντων δὲ καὶ ἀμφοτέρων πολλῶν ἐνίκων Λακεδαιμόνιοι.
最后,这场争端演变成了混战,虽然双方都伤亡惨重,但拉刻代蒙人获得了胜利。
Ἀργεῖοι μέν νυν ἀπὸ τούτου τοῦ χρόνου κατακειράμενοι τὰς κεφαλάς, πρότερον ἐπάναγκες κομῶντες, ἐποιήσαντο νόμον τε καὶ κατάρην μὴ πρότερον θρέψειν κόμην Ἀργείων μηδένα, μηδὲ τὰς γυναῖκάς σφι χρυσοφορήσειν, πρὶν Θυρέας ἀνασώσωνται.
自那时起,阿尔戈斯人便剃光了头发(在这之前他们被强制蓄长发),并制定了法律和诅咒:在夺回锡里亚之前,任何阿尔戈斯男子不得留长发,女子也不得佩戴黄金饰品。
§1.82.8Λακεδαιμόνιοι δὲ τὰ ἐναντία τούτων ἔθεντο νόμον· οὐ γὰρ κομῶντες πρὸ τούτου ἀπὸ τούτου κομᾶν.
而拉刻代蒙人则制定了与此相反的法律:在这之前他们不蓄长发,自那时起便开始蓄长发。
τὸν δὲ ἕνα λέγουσι τὸν περιλειφθέντα τῶν τριηκοσίων Ὀθρυάδην, αἰσχυνόμενον ἀπονοστέειν ἐς Σπάρτην τῶν οἱ συλλοχιτέων διεφθαρμένων, αὐτοῦ μιν ἐν τῇσι Θυρέῃσι καταχρήσασθαι ἑωυτόν.
至于那三百人中唯一幸存的奥斯里阿底斯,人们说他因羞于在战友尽皆战死的情况下返回斯巴达,便于锡里亚当地自尽了。

词汇与语法注释

  1. 1.82.1τοῖσι δὲ καὶ αὐτοῖσι τοῖσι Σπαρτιήτῃσι... συνεπεπτώκεε — 动词 συνεπεπτώκεε(συνπίπτω 的过去完成时)支配与格,在此表示“斯巴达人自身也发生了……”的关系。
  2. 1.82.2ἐούσας τῆς Ἀργολίδος μοίρης — 分词 ἐούσας(εἰμί 的阴性复数宾格)修饰前方的 τὰς Θυρέας。属格 τῆς Ἀργολίδος μοίρης 是表示部分或所属的属格,构成了“属于阿尔戈利斯地区的一部分”的意思。
  3. 1.82.3μηδὲ παραμένειν ἀγωνιζομένων — 分词 ἀγωνιζομένων 最好被理解为属格独立结构(“在决斗进行期间”)。虽然也可以将其解释为 παραμένειν 的逻辑主语(“决斗者们不得留守”),但在大军撤离的语境下,作时间状语的属格独立结构更为自然。
  4. 1.82.8αὐτοῦ μιν ἐν τῇσι Θυρέῃσι καταχρήσασθαι ἑωυτόν — 此处出现了 μιν(伊奥尼亚方言的三人称单数宾格代名词)与 ἑωυτόν(反身代名词)的双重宾格。这是先用代名词 μιν,随后用更明确的反身代名词 ἑωυτόν 进行强调和说明的用法。

引用这一段

希罗多德, 历史 §1.82.1-1.82.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.82.1-1.82.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。