§1.81.1τοῖσι μὲν δὴ κατεστήκεε πολιορκίη.
就这样,针对他们的包围战开始了。
Κροῖσος δὲ δοκέων οἱ χρόνον ἐπὶ μακρὸν ἔσεσθαι τὴν πολιορκίην ἔπεμπε ἐκ τοῦ τείχεος ἄλλους ἀγγέλους ἐς τὰς συμμαχίας.
而克罗伊索斯料想这场包围战对他而言将会旷日持久,便从城墙内向各个同盟国派出了另外的使者。
οἱ μὲν γὰρ πρότεροι διεπέμποντο ἐς πέμπτον μῆνα προερέοντες συλλέγεσθαι ἐς Σάρδις, τούτους δὲ ἐξέπεμπε τὴν ταχίστην δέεσθαι βοηθέειν ὡς πολιορκεομένου Κροίσου.
因为先前的使者被派去是为了预先通知他们在第五个月时齐集萨尔迪斯,而这些新派出的使者,他则是十万火急地打发出去,以克罗伊索斯正被包围为由,请求他们立即予以救援。